[p. 46] σκοτόδινος , καὶ
τὰ γυῖα λύονται, κεφαλῆς πόνος,
καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς
ῥΙνὸς ἀλγέει ἡ γυνή.
Ἢν δὲ καταπέσωσι,
καρδιώσσουσι, .......... ἐν τοῖσι
ὑποχονδρίοισι, λαγόνες κεναὶ,
ἔνθα ἡ ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες,
ἄτακτοι, ἐκλείποντες,
πνὶξ καρτερὴ,
ἀφωνίη, ἀναισθησίη ,
ἡ ἀναπνοὴ ἄσημος, ἀσαφὴς,
ὤκιστος καὶ ἄπιστος ὁ θάνατος.
οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες· ἐς χροιὴν ζωώδεες.
ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου · ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες
, λαμπροὶ , οὐ κάρτα μὲν
ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι .
Ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ἡ ὑστέρη,
πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδράσκουσι τὴν πνίγα·
εὖτε κοιλίη ὑποβορβορύζει, ὑγρότης τῶν
γυναικηί̈ων τόπων, ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη· ὠκίστη
ἐκ τοῦ πάθεος ἡ ἔγερσις, ὅκως καὶ ὁ θάνατος ὤκιστος.
καὶ γὰρ ῥΗϊδίως τοῖσι ἄνω προσχωρέει · ἀτὰρ ἠδὲ ῥΗϊδίως
ἀφίσταται· ἀκρόπλοός τε γὰρ ἡ ὑστέρη· ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ὀχῆες αὐτῆς· ὑγρὸν δὲ καὶ τὸ
χωρίον, ἔνθα κέεται ἡ ὑστέρη· πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ
χρέεται ἡδέων τε καὶ ἀηδέων. ῥΗϊδίως οὖν νεύει ὅκως πρέμνον
ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει.
διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ
ἥκιστα. ᾗσι γὰρ ἡλικίητε καὶ βιοτὴ καὶ γνώμη
πλανωδεστέρη, τῇσι καὶ ὑστέρη ἐστὶ ῥΕμβώδης· ἀπηλικεστέρῃσι
τηις ις, υνδουβτεδλψ, τηε τρυε ρεαδινγ, ανδ νοτ
πηλικωτέρησι, ωηιξη ηας νο συιταβλε μεανινγ. σεε ωιγαν ανδ
ερμερινς. |
δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος,
καὶ γνώμη, καὶ ὑστέρη.
ἥδε μὲν οὖν ἡ ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει.
Γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ
ὑστέρῃ, φλεγμονὴ,
αἱμορραγίη · ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ
, ἀσφυξίη,
ψύξις, ἀφωνίη · ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ
ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῴῳ
σφαγή.