[p. 45] ἑωυτέης ἔνθα καὶ
ἔνθα ἐπὶ τὰς λαγόνας · ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατ' ἴξιν μὲν ὑπὸ
τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ
δεξιὰ, ἢ ἐς ἀριστερ ὰ, ἢ
ἐς ἧπαρ, ἢ σπλῆνα,
Ermerins
judiciously adopts the suggestion of Wigan, and substistutes
σπλῆνα for σπλάγχνα, the
common reading.
|
γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ
κάτω, καὶ ξυλλήβδην εἴπωμεν,
πάντη ἐστὶ πλανώδης · καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται,
καὶ ἐπ' αὐτὰ ἵεται· ἄχθεται δὲ τοῖσι κακόδμοισι ,
καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ἡ ὑστέρη,
ὁκοῖόντι ζῷον ἐν ζῴῳ. Ἥδε οὖν ἢν
ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω
μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα,
ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωπος, τρόπον τὸν
ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν· ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ
ἧπαρ, διάφραγμα,
πνεύμων , καρδίη.
τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη.
ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται.
διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία
ξύνεστι καὶ κάρος.
Γίγνεται δὲ καὶ ἄλλο πάθος
αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ
ἀφωνίῃ, ἀλλ' οὐκ ἀπὸ ὑστέρης.
καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον.
ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ,
καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες· τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει ·
καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου
πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι
,... .........
As suggested by Wigan and Ermerins, there appears
evidently to be a lacuna in the text here. None, however, occurs in any of our British
MSS. |
ἀλλ' ἐξ ὑποθέσιος ἀμβλωθριδίου.
ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης
ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε. Ἢν οὖν
ἄρξηται πάσχειν κινευμέ νης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων
πρήξιος, ἔκλυσις,
ἀτονίη, γουνάτων ἀκρασίη,