[p. 42]
ὀδύνη κατ' ὀσφὺν ἐπὶ ῥάΧι βαρεῖα, διάτασις
τῶν μερῶν, μᾶλλον δὲ τῶν ἀμφὶ τὸ ὑποχόνδριον· οὔρου
ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν,
ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ
πολλὸν ἐκχέαι· πλημμύρης γὰρ αἴσθησις. ἢν δὲ καὶ τὸ οὖρον
δριμὺ καὶ δακνῶδες ἐγγένηται, ψύξιες,
τρόμοι, σπασμοὶ ,
διατάσιες καὶ πληρώσιες τῶν ὑποχονδρίων· ἰκέλη ἡ ξυμφορὴ ἥδε καὶ ξυναίσθησις
γίγνεται τοῖσι ἀπὸ πλήθεος σιτίων καὶ διαφθορῆς ἐμφυσηθεῖσι τὴν κοιλίην · σφυγμοὶ τὰ πρῶτα
μὲν ἀραιοὶ, νωθροί · ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν
πιέζῃ, σμικροὶ,
πυκνοὶ, ταραχώδεες ,
ἄτακτοι, ὕπνοι λεπτοὶ,
ὀδυνώδεες, οὐ διηνεκέες,
καὶ ἐξαπίνης ἐκθορνύμενοι ὡς ὑπὸ νύξιος,
εἶτα ὑποφέρονται ἐς κῶμα, ὡς ὑπὸ καμάτου ·
τὴν γνώμην οὐ κάρτα παράφοροι, ληρώδεες,
πελιδνοὶ τὰ πρόσωπα· ἢν δὲ ἥκῃ αὖθίς κοτε τῆς οὐρήσιος ἡ προθυμίη,
ἐπὶ σπασμοῖσι καὶ μεγάλῃσι ὀδύνῃσι βραχὺ ἂν καὶ στάγδην
ἐξέκρινε, εὖτε σμικρὸν ἐπανῆκε τῶν πόνων· εἶτα ἐς τὰ αὐτὰ
παλινδρομέες· ὀξύτατα δὲ θνήσκουσι τῶνδε οἷσιν οὐδὲν ἐκκρίνει,
ὁκόσοι δὴ θνήσκουσι· οἱ πλεῦνες γὰρ περιγίγνονται,
ἢ τοῦ λίθου ἐς τὴν κύστιν διὰ τῶν οὔρων ἐκπεσόντος,
ἢ τῆς φλεγμονῆς ἐς πῦον τρεπομένης, ἢ κατὰ
βραχὺ διαπνεομένης. ἢν γὰρ καὶ ἐπὶ σμικρὸν ἐνδεῶς διεξίῃ τὸ
οὖρον ῥΗϊδίως διαδιδρήσκουσι τὸν ὄλεθρον · The text in all the
MSS. is evidently vitiated. I have adopted the emendations partly of Wigan and partly of
Ermerins. The reforms of the latter are sometimes too radical for my conservative
judgment. | χρόνῳ δὲ μακρῷ φθίνουσι τὴν ἕξιν.
ὀρθῶς τάδε οἱ νοσέοντες πάσχουσι,
καὶ καταγίγνονται ἐς σύντηξιν ὑποφερόμενοι.
|