[p. 40] διαπνοῆς
This word is supplied by Ermerins on his own conjecture. Certainly
some such term seems to be wanting in this place. | οὐδὲν
ἐπικουφιζούσης, ἀλλ' οὐδὲ τὸ δέρμα μαλθα· ζούσης· ξηρὸν δὲ
τόδε καὶ ῥΥσὸν καὶ τρηχύ· καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι· οἷον ὀλεκράνῳ,
γούνασι, ἢ κονδύλοισι · ὕπνοι ταραχώδεες
, κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ
σμικρὸν,
δριμὺ, χολῶδες · οὖρα ξανθὰ,
δακνώδεα· τὴν γνώμην οὐ παράφοροιμὲν,
νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε
τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον.
Ermerins reads καύσου ἰδέην, which, no doubt,
makes very good sense; but the common reading appears quite satisfactory. It is but justice
to Ermerins to add, that he improves the next clause of the sentence very much by a change
in the punctuation.
| καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ
παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ
ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ
ταλαιπωρίης ἡ ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ
θνήσκουσι· οἷσι δ' ἂν ἐς μῆκος ἡ νοῦσος ἀφίκηται, ἐν
διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ ἢ σμικρὴν ἀρχῆθεν ἴσχουσι
τὴν φλεγμονὴν, ἢ τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης,
διαδιδράσκουσι μὲν τὸν ὄλεθρον,
οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν
τὸν χρόνον τὸν καῦσον νοσέουσι· ἀποπαύεται δὲ τὰ κινδυνώ δεα ,
αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ
ἡ κακοσφυξίη , καὶ τῆς γνώμης τὸ νωθές· ἔτι δὲ ἔμπης ἔασιν
ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ· ξύνεστι δὲ ὅ τε καῦσος καὶ τὸ
δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ἡ ξηρότης · ἀναπνέουσι πολλὸν,
μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς
ἔμψυξιν ἐπισπώμενοι · ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον,
καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτ' αὐτοῖς
ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι· καὶ ἥδε ἡ διαδοχὴ
τοῦ κακοῦ· καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῴη πολλὸν ἀσινέως,
ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι· ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς
νοσέουσι τὸν καῦσον.
|