[p. 38] τουτέοισι δὲ μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ
ἧπαρ τρέπεται · ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος,
ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ · διψαλέοι,
βραχυπόται , ξηροὶ τὸ σκῆνος,
ἀλιπέες . ὀξέων ἐπιθυμίη,
ἄποιος ἡ γεῦσις.
Τίκτει δὲ
τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων
ἀπεψίη· ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή.
Ermerins reads A)KMAI/H. But the common reading is
quite in accordance with the usage of our author, and is retained by Ermerins himself in
chap. x. of this book, near the end. It is, in short, an Attic anacoluthon, very common in the
works of that age, such as those of Ælian and Arrian. |
Ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαί̈σσειμέση τῶν τοῦδε
περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς
ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδνατ αι· τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες
κατὰ τὸ στόμα ξυγκέονται , αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων
μέζονες καὶ ἐλάσσονες γίγνονται· ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην
συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ
ἥπατος ἀφικνέονται. ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν
διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ·
κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη,
τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν,
ἐπὶ τὴν ῥάΧιν ἔξεισι, καὶ τῇδε παρατέταται
μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη.
οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν ἡ
φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις
ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν
καρδίην κοίλης φλεβὸς ἐς τὴν