[p. 37]
μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν
ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα, οὐδὲ ἀμβολή· ἐπὶ δὲ τὴν
καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες.
Ἢν ἐπὶ μέζονι αἰτίῃ,
πληγῇ, ἢ διαφθορῇσι ξυνεχέσι πολλῶν καὶ
κακῶν σιτίων, καὶ οἰνοφλυγίῃ ,
ἢ ψύξι καρτερῇ, καὶ ἐν τῇσι πύλῃσι γίγνεται
φλεγμονὴ, ὤκιστος ὄλεθρος.
πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπὲς ,
δριμὺ, σφυγμοὶνωθροὶ,
πόνου ἰδέη ποικίλη καὶ παντοίη,
ἄλλοτε μὲν ἡ ὀδύνη ἐπὶ τὰ δεξιὰ διεληλαμένη,
ὡς δοκέειν ὀξὺ βέλος ἐγκέεσθαι, ἄλλοτε δὲ
στρόφῳ ἰκέλη· αὖθις δέ κοτε πόνος βαρὺς, βαρύτατος · μεσηγὺ
δὲ τῆς ὀδύνης ἀτονίη καὶ ἀφωνίη· διάφραγμα καὶ ὑπεζωκὼς ἕλκονται· ἀπὸ τῶνδε γὰρ ἄχθος τὸ ἧπαρ
ἤρτητο· διὰ τόδε ἐς τὴν κατ' ἴξιν κληί̈δα ὀδύνη καρτερή · βὴξ δὲ ἀτελής· προθυμίη δὲ μοῦνον· κἢν
ἐς τέλος κοτὲ ἀφίκηται, ξηρή.
ἀναπνοὴ κακή· οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα,
ξυνομαρτέον ἐς ξυναγωγὴν καὶ διάστασιν.
πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον·
χροιὴν μελάγχλωροι, μολιβδοειδέες· ἀπόσιτοι · ἢν δέ τι
προσενέγκωνται φυσώδεες τῷ ὑποχονδρίῳ, ἐρεύξιες χολώδεες
, ὀξίζουσαι, βρωμώδεες ·
ναυτίη, διάστασις κενεὴ,
γαστὴρ ἀπολελυμένη τὰ πολλὰ, χολώδεα,
γλίσχρα, βραχέα
·
Ermerins reads ἀπολελημμένη, introduces
ἢ before
χωλώδεα and διαδιδοῦσα after
βραχέα. But, after comparing the chapter of Paulus Ægineta on
hepatic diseases (iii. 46), I resolved not to alter the text.
| ἀεὶ
δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παράφορος,
νωθρὴ, μετέωρος,
τετυφωμένη , ὄκνος πουλὺς,
ψύξις ἀκρέων, τρόμοι,
ῥίΓεα, λὺγξ κενὴ,
σπασμώδης, ἴκτερος,
χολὴ ἄκρητος, χολόβαφοι τὸ
πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμης φανῇ,
καὶ ἄλλους ἔκτεινε συχνούς.Hippocrat. Aph. iv. 63;
iv. 62; Epidem. iii. 1, 2. | Ὁκόσοι δὲ ἢ αἱμορραγίῃ
, ἢ κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι,
ἢ οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διηλλάξαντο,
|