[p. 28]
εἰ ἐκ διαβρώσιος , ξὺν βηχὶ
πολλῇ ξανθὸν κατακορέως , ἀφρῶδες,
στρογγύλον , ὡς ἄλλην ἀπ' ἄλλης ἀναγωγὴν
διακεκρίσθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴτῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη· καὶ
διαστήσαις ἂν τὰ ξυμμεμιγμένα ἐκ παραθέσιος, ὡς ὄντα μέρεα
θώρηκος · τὴς τὰ δὲ ἰδέην σαρκοει δέα δοκοίης ἂν πλεύμονος ἔμμεναι μέρεα.
θώρηκος βάρος, ἀπονίη,
ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι.
Ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ
τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος. βὴξ
σύντονος καὶ μόλις ἀνάγουσα. τὸ δὲ αἷμα ξανθὸν οὐ
κάρτα, μέσως παχὺ,
ἄναφρον. ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ
, προσδιδοῖ τοῦ ἀφρώδεος· ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην
πνεύμων.
Ἢν δὲ ἀπὸ πλευρῆς,
ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον,
κάκοδμον, βρωμῶδες,
ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς
πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον
ξὺν πυρετῷ.
Ὥρη δὲ φέρει ὑγρὴ καὶ
θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ.
δεύτερον τὸ θέρος· μετόπωρον ἧσσον, χειμὼν
δὲ ἥκιστα· θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ · φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι
γίγνονται τότε· ἔαρος δεύτερον, φλεγμον ῇ καὶ πυρετοῖσι
καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν ῥΗϊδίως φθόαι γίγνονται
.
Ἀθρόον δὲ εἰρῆσθαι,
ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν μικρὴ
ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ ῥΑγέντα,
ἕπεται δυσθυμίη, δυσελπιστίη,
ἀπόγνωσις τοῦ βίου. τίς γὰρ οὕτως
εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ
ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζῴων καὶ τὰ
ἀλκιμώτ ερα , ὁκοῖον οἱ ταῦροι,
αἱμορραγίῃ θνήσκουσι ὤκιστα. ἀλλὰ τόδε μὲν
οὐ μέγα τὸ θώϋμα. θώϋμα δὲ μέγα τόδε.
ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτά τῃ ἐούσῃ