[p. 239] ἢν δὲ πελιδναὶ ἔωσι αἱ
σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν · ἢν δ' ἐπὶ
τοῖσι δριμέσι ῥΕύμασι ἀναδαρέντα πρηο̈́νειν τὰ μέρεα ἐθέλῃς,
τήλιος ἀφέψημα, ἢ πτισάνης χυλὸς,
ῥύΜμα μαλθακόν· λιπας δὲ ῥόΔινον, ἢ
σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς
διαπνοὴν τῶν κακῶν χυμῶν.
Τροφὴ δὲ
καθαρὴ, εὔχυμος,
εὔπεπτος, ἁπλῆ· καὶ δίαιτα εὐκρινὴς πάντη,
καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι,
καὶ χώρῃσι· γυμνάσια,
δρόμοι, καὶ ἀνειλήσιες ,
καὶ κωρυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι· ἔστω δὲ καὶ ἀναφώνησις
, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον.
ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον
ἥδε, ἀλλ' ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι.
πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας.
ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος
ὡραῖος, καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον,
ξὺν κυμίνου ἐμβάμματι· ἐς δὲ δεῖπνον,
σταφυλίνου ἡ ῥίΖα, καὶ χόνδροι,
ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν,
καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα
ὑπολύει, τελλίνων ζωμοὶ,
ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι ·
χερσαίων δὲ, τὰ θηρία,
λαγώς, ἢ σῦς.
πετεινῶν, πέρδικες πᾶσαι,
φάσσαι, πελειάδες,
καὶ ὁκόσα ἡ χώρη ἄριστα ἴσχει.
ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες .
λουτρὰ φύσι θερμὰ, θειώδη · καὶ βίος ἐν ὕδασι
μακρὸς, ἠδὲ καὶ θάλασσα,
καὶ πλοῦς.
Ἐλλεβορισμοί· ἐλλέβορος
λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις· μέλας δὲ τῆς κάτω· καὶ ἔστιν ὁ λευκὸς οὐκ ἐμετήριον
μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατος
, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος· τόδε γὰρ καὶ
χολέρη πρήσσει·-- οὐδ' ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι
ἐμέτοισὶ,-- ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον · ἀλλὰ
δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς
κάμνοντας ποιέει, καὶ ἐπ' ὀλίγῃ τῇ καθάρσι,
καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι· ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων