[p. 217] ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη,
καὶ αἱ κατοικίδιοι γαλέαι
That this is the true
reading, and not οἱ ἐνοικάδιοι γαλεοὶ, is quite obvious
from Dioscorides, ii. 27. All the γαλεοὶ were sea animals.
See Appendix to Dunbar's Greek Lexicon.
| βρωθέντες λύουσι
τὴν νοῦσον· ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεασάμην δὲ ἀνθρώπου γε νεοσφαγέος
ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας.
ὢ τῆς παρεούσης μεγάλης ἀνάγκης,
τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ· εἰ δὲ καὶ ὑγιέες ἐκ τούτου ἐγένοντο,
ἀτρεκὲς οὐδεὶς ἔχει μοι λέγειν· ἄλλη δέ τις γραφὴ ἔφραζεν,
ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω
τοῖσι μέχρι τῶνδε τλήμοσι. Προσαρήγειν δὲ καὶ τῇ
διαίτῃ, καὶ ἑκάστοισι τῶν γινομένων,
ἢ δι' ἄλλων, ἢ δι' αὐτοῦ.
νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν, μηδὲ πρήσσειν τι
εἰκῆ, μάλιστα μὲν ἐφ' ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦν
τα· ἢν δὲ μὴ, βλάπτοντα μηδέν. Ermerins, following the advice of Petit, by the addition of
MH\, and slightly altering the punctuation, greatly improves the text
in this place. Our author evidently alludes to the celebrated passage in the Epidemics of
Hippocrates. See vol.i. p. 360, Syd. Soc. Edit. | καὶ γὰρ ὁρήματα
ὁκόσα μὴ θηητὰ, καὶ ἀκούσματα,
καὶ γεύματα, καὶ θυητὰ μυρία ἐλέγχει τὴν
νοῦσον. φράζεσθαι ὦν περὶ πάντων μάλα.
ὕπνος πολλὸς, παχυτὴς ,
ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν
δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄριστον,
μάλιστα πνευμάτων καὶ φλεγμάτων. περίπατοι
μακροὶ, εὐθέες, ἀνέλικτοι,
εὔπνοοι , ὑπὸ δένδρεσι μὲν μυρσίνης,
ἢ δάφνης,
ἢ τοῖσι δριμέσι, καὶ εὐώδεσι βοτάνῃσι
δὲ, καλαμίνθῃ,
γλήχωνι, θύμῳ, ἡδυόσμῳ ·
μάλιστα μὲν τοῖσι ἀγρίοισι, αὐτομάτοισι· ἢν δὲ
μὴ, κἀν ποιητοῖσι· ἐν τοῖσι καὶ αἰῶραι μακραὶ καὶ αἵδε
εὐθέες· ὁδοιπορίῃσι καλὸν χρέεσθαι, μὴ παρὰ ποταμὸν εἰς
τὸ ῥΕῦμα ἐνορῆν, ̔ ἰλίγγων γὰρ ποιητικὸν ῥόΟς,̓
μηδὲ ἐς κύκλον στρωφώμενον, μηδὲ
βέμβικα δινεύμενον .
The common reading is
μηδὲ ἐν κύκλῳ στροφούμενον, for which Ermerins proposes to
substitute the above, on the authority of a Parisian MS.
|
ἀσθενέστερος γὰρ ἑδραῖον
|