[p. 213]
ἤχων καὶ μαρμαρυγῶν ἐστι αἴτια, τῆς νούσου τὰ
ξύμβολα · ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον,
καματηρὸν τῷ σκήνεϊ, ἄθυμον,
εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε ῥΗϊδίως μαίνονται καὶ
μελαγχολέουσι οἵδε· ξύμφορος δὲ ὁ μέτριος, ἐς τὴν τῆς
τροφῆς οἰκονομίην , καὶ ἐς ἀνάπαυλαν τῶν δι' ἡμέρας
καμάτων. πρόνοια καὶ ἐπιμονή Ermerins also erases these words, which do not seem to be needed. See, further, Petit
and Wigan. | προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν· διαπνοῆς γὰρ
ἡ μέζων αἰτίη, κοιλίη.
ἀνάτριψις αὖθις σκελῶν δι' ἡμιτυμβίων τρηχέων μέσφι φοινίξιος,
ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς ·
ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς
ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι,
ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι
περιπάτοισι ἔστω. ἀναφωνέειν χρὴ,
τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχέειν.
ὀξέες γὰρ, κεφαλῆς διαστάσιες ,
κροτάφων παλμοὶ, ἐγκεφάλου
διασφύξιες , ὀφθαλμῶν πρήσιες,
ἤχων ἀκοή· μετρίη ὀξυφωνίη κεφαλῇ ὀνήϊστον· ἔπειτα δὲ καιρὸς αἰώρης,
ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος,
πλῆθος δὲ ἔσται πολλὸν, πλὴν ὁκόσον ἀκάματον
ᾖ· μηδὲ ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου, μηδὲ ξυνεχέσι
καμπῇσι, αἰώρη γιγνέσθω.
ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ
μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει
ἔωσι ἀρίστου, ἄρτου μόνου ὀρέγειν,
ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι,
προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες, καὶ
αἱ τῶνδε τρίψιες · ἐπὶ δὲ τοῖσι οἷον πρηέως ἐς ἀνάκλησιν θέρμης,
καὶ εὐσαρκίης, καὶ τόνου· ἔπειτα κεφαλὴν
τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα · ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου
πρήσιας, καὶ ἐς δίωσμον χειρῶν συντείνει,
εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν,
καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ , ἢ δίσκων
βολῇ, ἢ φιλονεικεῦντα πυγμῇ· κακὸν δὲ σφαῖρα,
μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε
καὶ ἐνστάσιες σκοτώματα ποιέουσν.
|