[p. 201] γὰρ ἄκαιρον νῦν
λειποθυμίην ἐμποιέειν, ἔς τε νάρκην τῆς
γνώμης, καὶ ἐς τὰς τῆς φλεγμασίης ξυνδόσιας,
καὶ ἐς τὰς τοῦ θερμοῦ τοῦ κατ' αἰδοῖον πρηο̈́νσιας.
αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή · φλεγμασίης δὲ
τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα · καθαίρειν δὲ
καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρσιος δέονται μοῦνον,
ἀλλὰ καὶ φαρμακίης προσηνέος. δρῆν μέντοι
τάδε ἄμφω ἱερὴ δύναται · κατειλίσσειν δὲ τὰ τε αἰδοῖα καὶ τὰς ἰξύας καὶ τὴν πλιχάδα καὶ τοὺς
ὄρχιας ἐρίοισι τοῖσι ἀπὸ ὄϊος ῥΥπῶσι· ῥΟδίνῳ δὲ καὶ οἴνῳ διῆναι χρὴ τὰ ἔρια,
καὶ τέγγειν τὰ μέρεα, πολλόντι
μᾶλλον τάδε καταιον οῦν τα, ὅκως μήτε θάλψις ἐκ τῶν ἐρίων
ἔοι, ἀτὰρ ἡ ἔμφυτος θέρμη ὑπὸ ψυχρῆς δυνάμιος τῶν χυμῶν
πρηο̈́νηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσμα τα τιθέναι · ἄρτον
ξὺν ἀρνογλώσσου χυλῷ καὶ στρύχνῳ, καὶ σέριδι,
καὶ φύλλοισι μήκωνος καὶ τοῖσι ἄλλοισι,
ὅσα νάρκην καὶ ψύξιας ἐμποιέει. ἀτὰρ καταχρίειν
τοῖσι ἰκέλοισι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰσχία,
κωνείῳ, ξὺν ὕδατι,
ἢ οἴνῳ, ἢ ὄξεϊ· μανδραγορίῃ,
ἀκακίῃ · καὶ σπόγγοισι ἀντὶ τῶν εἰρίων χρέεσθαι.
μεσηγὺ δὲ ὑποκλύζειν μαλάχης ἑψήματι, καὶ
ἐλαίῳ, καὶ μέλιτι. δριμὺ
δὲ πᾶν . . . . . ἀντερείσθωσαν σικύαι κατ' ἰσχίου,
ἢ ἤτρου. ἄρισται δὲ καὶ βδέλλαινέρθεν
ἑλκύσαι αἷμα· καὶ ἐπὶ τοῖσι τρώμασι ἐπίπλασμα, αἱ
ψίχες ξὺν ἀλθαίῃ· ἔπειτα ἐνίζειν ὕδατι ἀρτεμισίης ,
ἐλελισφάκου, κονύζης ἑψήματι · καὶ εὖτ' ἂν προσωτέρω μὲν
ἥκῃ
I have adopted the ingenious emendation of Ermerins in
place of the common reading, μένῃ μήκεϊ, which is
evidently at fault.
| χρόνου,
μὴ κατὰ λόγον δὲ τὸ πάθος ἐνδιδῷ, δέος δὲ
σπασμοῦ· ̔μάλα γάρ τοι ἐπὶ τῷδε σπῶνταἰ:
μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖσι θερμαίνουσι· χρέος μὲν γλευκίνου
, ἢ σικυωνίου ἀντὶ ῥΟδίνου σὺν
I have ventured to introduce the preposition σὺν, as
something seems wanting in this clause of the sentence.
|
|