[p. 199] καὶ βαδίσαι, καὶ ἐς
πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην,
ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη,
ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει
δ' ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ
βοᾶν, καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς.
τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι,
τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι
καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν.
ἀλλ' ἤν κοτε ἐκ συντυχίης ἥκῃς,
γνόντα τὴν φλεγμονὴν, σχάσαι
φλέβα, μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ.
ἢν δὲ μὴ εὔροον ἔῃ, τὴν ἐπ' ἀγκῶνι· ἐπαφαιρέειν
δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα,
ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί.
δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι
ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς,
τριχῶν, εἰρίου κεκαυμένων · λύχνου
φλογὸς ἐσβεσμένης , καστορίου,
πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν.
οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος,
καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν
καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης · μύρον ὁκοῖον ἂν ἔῃ
προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν,
νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν
φύλλων τοῦ μαλαβάθρου , τοῦ δένδρεος τοῦ Ἰνδικοῦ,
ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ
τάδε τοῖσι γυναικηί̈οισι χώροισι. ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε
ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς · ἠδὲ ὑποκλύζειν μὴ δριμέσι
, μαλθακοῖσι , γλίσχροισι
, ὀλισθηροῖσι, ἐς τὴν
τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ
γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον
ξὺν τῷ λίπαϊ ἑψείσθω · ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται,
χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου,
ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις
σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον,
ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς ῥῖΝας· τῷ γὰρ πταρμῷ
καὶ τῇ ἐντάσι μετεξετέρῃσι
|