[p. 197]
τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα,
Wigan suggests
ἀγκῶνα , and Ermerins accordingly receives this term
into his text. Perhaps our author alludes to scarifications in the loins, or cupping, which is a
practice recommended by Rufus and other ancient authorities, in diseases of the kidneys.
See PAULUS ÆGINETA, Syd. Soc. Edit. t. i. p. 553.
| καταιον εῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ
. ἢν δὲ θρόμβοι ἔωσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι,
ὀξύμελι πιπίσκειν, ἢ τιτάνου
μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων,
ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται,
καὶ βοτάνας, καὶ σπέρματα · ἢν δὲ ἐξ αἱμορραγίης ὁ
κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον·
ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα ὁ κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι
αἷμα ἐπέχουσι. ἀρήγει δὲ ἡ ψῦξις τῆς κύστιος · ῥΟδίνου καὶ
οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ
οἰσύπου. ἐπίθημα ,
φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν ῥΟιῇ, ἢ χυλῷ τοῦ ῥΟός· ἢν δὲ
ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας
ψύξιας ἐκτρέπειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν·
καταχρίειν δὲ γλευκίνῳ, ἢ ἀκακίῃ,
ἢ ὑποκιστίδι, ξὺν οἴνῳ.
σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ ἡ αἱμορραγίη
, μὴ χρέεσθαι. τροφαὶ
σιτώδεες, εὔπεπτοι,
εὔχυμοι, οὐρητικαὶ,
ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται· γάλα,
οἶνος γλυκὺς, Θηραιὸς
Should it not be Θηραῖος̣ See Herodot. i. 150. Ed.
Dindorf.
| ἢ Σκυβαλίτης .
φάρμακα πινόμενα, οὐρητικὰ,
εὐώδεα, εὔροα· καὶ τἄλλα τὰ τοιαῦτα · ἄριστον
δὲ κύστιτέττιγες, ἐφ' ὥρας μὲν ὁπτοὶ,
ἔδεσμα · ἔξωροι δὲ ξηροὶ, λεῖοι,
ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς ῥίΖης τῆς
νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι . τοῖσι αὐτέοισι
ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος. Ἢν
δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ
ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί
. ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον,
πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι.
ἢν δὲ
|