[p. 193]
Τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης
, αἳ παρὰ τὴν ῥάΧιν τέτανται,
καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ
καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ,
ἄση, δίψος,
ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ
τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι
γεγράφαται . ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ
πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι.
τῆς μὲν γὰρ φλεβὸς ῥίΖωσις ἧπαρ, τῆς δ' ἀρτηρίης
ἀρχὴ, κραδίη. δοκέοις
ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια.
θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ
φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα
αἱ φλεγμοναί.
Τάμνειν ὦν αὐτίκα τὰς ἐπ' ἀγκῶνι
φλέβας· καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον
δὲ, ἀλλὰ καὶ δὶς, καὶ
τρὶς, καὶ τῆς ἄλλης ἡμέρης,
ὡς μεσηγὺ ἡ δύναμις ἀναλάβῃ · ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ
ὑποχόνδριον, ἔνθα ἡ διάσφυξις τῆς ἀρτηρίης· ἀτὰρ ἠδὲ
μεσηγὺ τῶν ὠμοπλατέων. καὶ γὰρ καὶ τῇδε σφύξιες ἔασι·
σχάζειν τε ἀφειδῶς, ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα.
οὐ κάρτα γὰρ ἐκ τῆς κενώσιος τῶνδε λειποθυμέουσι ὥνθρωποι · ἰσχομένη
δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος· κλυσμοῖσι ἐς ὄλισθον χρέεσθαι μαλθακοῖσι ,
δριμέσι δὲ ἥκιστα· ἐπιπυρεταίν ουσι γὰρ οἵδε ἅλμῃ καὶ νίτρου
τήξι. λίνου ὦν καρποῦ χυλὸς ἔστω,
καὶ τήλιος καὶ μαλάχης τῶν ῥΙζῶν ἕψημα, καὶ ἐς
πρόκλησιν καὶ δῆξιν ἱκανόν· μέληἄκρεα, πόδες καὶ
χεῖρες, τεθάλφθωσανγλευκίνῳ,
ἢ σικυωνίῳ λίπαϊ, ἢ τῷ διὰ τῆς λιμνήστιδος
χρίσματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται.
πιπίσκειν