[p. 192]
ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι,
μάννῃ, ἀλόῃ,
ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης
ῥίΖῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην,
κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι.
ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι,
ἢ ἐξαραιῶσαι , ἢ οὔρησιν τρέψαι.
ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων,
ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν
δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται.
Τροφαὶ δὲ λεπταὶ,
εὔδρομοι, οὐρήσιος προκλητικαὶ,
εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ,
καὶ ῥόΦημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ.
πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ
καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν.
ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος
ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος,
εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ.
χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατ'
ἰσχίον
ερμερινς αλτερς τηε λαστ τωο ωορδς το
κατ' ἰξύων. |
ἀτὰρ καὶ τέγγειν τάδε
λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ,
ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς
τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον. Ἢν δὲ ἐς
ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι,
ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται.
ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν,
ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται ·
τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε
ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.