[p. 188]
σικυώνιον,
γλεύκινον, ἢ παλαιὸν ἄλειφα,
ξὺν κηρῷ σμικρῷ χρίειν· ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος· ἢν δὲ καὶ
ψυχροὶ ἔωσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ
εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν,
καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν· ἀλλὰ καὶ τὴν
ῥάΧιν, καὶ τοὺς τένοντα ς καὶ τοὺς μύας τῶν τε σιηγόνων,
τοῖσι αὐτέοισι χρίειν.
Κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ὁ ἱδρὼς καὶ ἡ γαστὴρ,
ὅ τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ,
σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωσι, καὶ ἡ ξύντασις
ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα
ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ,
δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ
ξυνήθεα · ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος
ῥέῃ, Ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος,
σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἔωσι, καὶ
ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι
φυγήν.
Κεφ.
ε'. Θεραπεία Εἰλεοῦ.
Ἐν εἰλεῷ πόνος ἐστὶ ὁ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων,
ἢ ἔντασις καὶ πρῆσις· ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος.
μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα
μοῦνον ὀρρωδέουσι · οἱ δ' ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου
ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν
τοῦ πάθεος, μήτε βραδύτερον .
ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὕρηται,
τάμνειν φλέβα τὴν ἐπ' ἀγκῶνι μεγάλῃ τῇ σχάσι,
ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς
φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης· τόδε γὰρ ἢ
ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις
δὲ ἐν εἰλεῷ, κἢν ὑπ' ἀγνοίης ἐς βαιὸν χρόνον ἔῃ τοῦ πόνου
ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη · τῳ ἀρχιητρῷ δὲ οὐ θέμις
πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα