[p. 186]
Ἐν χολέρῃ ἡ τῶν φερομέν ων ἐπίσχεσις κακόν·
ἄπεπτα γὰρ. χρὴ ὦν ἡμᾶς ῥΗϊδίως αὐτόματα δέχεσθαι· ἢν δὲ
μὴ, ὀτρύνειν, διδόντας
ὕδατος εὐκρήτου ῥΥμφαίνειν, ξυνεχές γε μὴν,
ὀλίγον δὲ, ὅκως μὴ ἐντάσιες ἔωσι
κεναὶ στομάχῳ, σπασμώδεες · ἢν δὲ καὶ στρόφοι
ἔωσι, καὶ ποδῶν ψύξιες,
τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐς τὰς τῶν φυσέων διακρίσιας, καὶ ἐπιτιθέναι
εἴριον. καὶ τὼ πόδε λιπαίνον τα ἡσυχῇ τρίβειν, ἀμφαφόωντα μᾶλλον ἢ πιέζοντα. ἀτὰρ
καὶ μέχρι τῶν γουνάτων γιγνέσθω τάδε, ἐς ἀνάκλησιν
θέρμης. καὶ μέσφι μὲν κόπρια κάτωθεν διαχωρέει, ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ
ποιέειν.
Ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶς παλαιὸς
σῖτος, χολαὶ δὲ διί̈ωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἔῃ, ἠδὲ καὶ
ἄση, καὶ ἀπορίη, καὶ
ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, ἢ τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν
παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν
ἐμέσῃ, πρήσσειν.
ῥΗϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται · ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ· ξυνεχέως δὲ ποθέει ψυχρὸν
ποτόν.
Ἢν δὲ καὶ σφυγμοὶ μὲν ἐς τὸ μικρὸν ξυμπέσωσι
, ἠδὲ ἐς τὸ ξυνεχὲς καὶ πυκνὸν διώκωνται,
ἱδρὼς δὲ περὶ μέτωπα καὶ κληϊ῀ δας,
καὶ πάντη τοῦ σώματος στάγδην ῥέῃ, Καὶ γαστὴρ
μὴ ἐπίσχηται, καὶ ὁ στόμαχος ἐμέῃ ἔτι ξὺν τάσι καὶ λειποψυχίῃ
, καὶ οἴνου βραχὺ ἐπιστάζειν τῷ ὕδατι τῷ
ψυχρῷ, εὐώδεος, στύφοντος
, ἔς τε τὴν τῆς αἰσθήσιος ἀνάκλησιν ὑπὸ τῆς ὀσμῆς καὶ ἐς
τὴν τούτου ῥῶΣιν
Τούτου ηερε
ρεφερς το τηε στομαξη. ινδεεδ, ι φελτ ινξλινεδ το ξηανγε τηε τεχτ το
τοῦ στομάχου. ι δο νοτ αππροfε οφ ερμερινσ' αλτερατιον το
τοῦ σώματος. |
ὑπὸ τῆς
δυνάμιος, καὶ