[p. 17] ἐμπεσόντες.
ἢν δὲ ἀπὸ τῆς δευτέρας ἑβδομάδος ἡ ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων
γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην
θνήσκουσι. ἔσθ' ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου
ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται. ἕλκει γὰρ πνεύμων ἐς
ἑωυτὸν, καὶ μανὸς καὶ θερμὸς ἐὼν,
καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος , εὖτε
ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ
πάθεος. ἢν δὲ ταύτην ὑπερέλθῃ ὁ νοσέων,
καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνήσκῃ, ἔμπυος
γίγνεται. τάδε μὲν οὖν,
ἢν ἐς κακὸν ἐπιδιδῷ.
Ἢν δὲ ἐπὶ τὸ
ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ ῥΙνῶν λάβρως,
εὖτε ἀθρόον λύεται ἡ νοῦσος· ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων
, ἔπειτα δὲ χολωδέων λεπτῶν,
ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων,
παχέων, σαρκοειδέων.
κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν ἡ χολὴ,
ἐπ' αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἡ
ἀποκατάστασις· καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται,
καὶ ῥΗϊδίως ἀναβήσσουσι,
λεῖα, ὁμαλὰ,
ὑγρὰ, ̔οὐ̓
στρογγύλα.
The negative seems to be required here. See Petit and
Ermerins. |
ἐς ἑβδόμην γὰρ καθίστανται,
εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων,
ἀναπνοῆς κατάστασις , γνώμη εὐσταθὴς,
πυρετοὶ ἐνδιδόντες , εὔσιτοι · ἢν δὲ ἀπὸ τῆς
δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην
καθίστανται. Ἢν δὲ μὴ,
εἰς ἐμπύημα τρέπεται, εὖτε ῥίΓεα
ἐνδείκνυται, πόνοι νυγματώδεες,
ἀνακαθίγνυσθαι θέλουσι, ἀναπνοὴ κακίων·
δέος τότε μᾶλλον μὴ πνεύμων ἀθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον,
τὰ πρῶτα καὶ τὰ μείζω διαφυγόντα κακά. ἢν δὲ
ἐς τὸ μεσηγὺ τῶν πλευρέων ῥέΨῃ, καὶ διαστήσῃ
τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται,
ἢ ἐς ἔντερον ἐνραγῇ, τὰ πολλὰ
περιγίγνεται ὁ ἄνθρωπος.
Φέρει δὲ τὴν
νοῦσον, ὥρη μὲν, χειμὼν
μάλιστα πάντων, δεύτερον φθινόπωρον,
ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γίγνοιτο·