[p. 172]
πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα.
καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ
σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται.
Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι
. ἢν δέ πως ὁ θώρηξ εὔσαρκος ἔῃ,
ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα ἡ σικύη ἀμφιθλάσῃ ἐρείδουσα,
καὶ τῷδε προσβάλλειν· ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται
καὶ τὸ πνεῦμα ἔξω τιταίνηται , οἷσί περ ὁ πνεύμων
πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ.
πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην.
Ἀτὰρ μηδὲ τῶν διὰ στόματος ὠφελούν των φαρμάκων ὑπερορῆν
μηδέν. ἕλκει γὰρ ὁ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν,
καὶ ἢν νοσῇ. φαρμάκων διδόναι ὦν
ὁκόσα λεπτύνει τὰ ὑγρὰ ἐς διαπνοὴν, ἠδὲ ὀλισθηρὰ καὶ εὔροα
ἐς ἀναγωγὴν τεύξει· πίνειν μὲν ἐς τάχος τῆς ὠφελείης λίτρον ξὺν ὑσσώπου ἑψήματι,
ἢ ἅλμην ξὺν ὄξεϊ καὶ μέλιτι, ἢ σίνηπι
ὑγρὸν ξὺν μελικρή τῳ. ἐμπάσσειν δὲ ἑκάστῳ καὶ τῆς ἴριδος
τῆς ῥίΖης καὶ πεπέριος εὔτολμον· ἀτὰρ καὶ τάδε ξηρὰ σήσαντα ξὺν μέλιτι διδόναι.
ἢν δὲ ἄϋπνοι ἔωσι δι' ἡμέρης, ἠδὲ
ἐγρηγορῶσι πάννυχοι, δέος μὴ ὁ ἄνθρωπος μανῇ,
καὶ ποικίλων φαρμάκων ὑπνωτικῶν χρέος,
ἢν μή τι ἐνδιδῷ ἡ νοῦσος, ὅκως καὶ τὴν ταλαιπωρίην
ὁ τῶν φαρμάκων καιρὸς εὐνάσῃ. τὰ πολλὰ γὰρ γίγνεται
καρώδεα. ἢν δὲ ἐν ἀκμῇ τῆς πνιγὸς καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον
διδῷς, θανάτου ἂν εἴης παρὰ τοῖσι δημότῃσι
αἴτιος.
Χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι,
δριμέα, λεπτὰ,
διαλυτικὰ παχέος, σμηγματώδεα·
λαχάνων, πράσον, ἢ
κορωνόπους, ἢ κνίδη, ἢ
κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ,
πτισάνης ὁ χυλὸς, τῆς ὀριγάνου ἢ ὑσσώπου
προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν·
χόνδροι ξὺν μέλικρήτῳ