[p. 159] τε καὶ μαλακὸν ἔῃ τὸ ἐπίπλασμα,
καὶ ἄλητον ἔστω, ἢ λίνου
σπέρμα, καὶ μέλι, καὶ
ἔλαιον, ἐς τὴν ἁπάντων μίξιν.
ἢν δὲ ἐς πύησιν τρέπηται, τοῖσι θερμοῖσι
χρέεσθαι, οἷσπερ καὶ ἐπὶ τῆς ἑτέρης συνάγχης.
τῆλις ὦν ἔστω τὸ ἄλητον, καὶ
μάννα, καὶ ῥΗτίνη τὰ τηκτά· καὶ πολίου κόμη ἐμπασσέσθω
. καὶ πυρίη θερμὴ σπόγγοισι δάφνης τοῦ καρποῦ καὶ ὑσσώπου
ἑψήματι. ἐς δὲ ἐμπύησιν δυνατώτατον,
πελιάδων ἢ κυνῶν κόπρον προσεπιπάσσειν λεπτὴν ἀπὸ κρησέρης· διακλύσματα
δὲ, μελίκρητον ξὺν φακῆς ἢ ὑσσώπου ἑψήματι,
ἢ ῥόΔων, ἢ φοινίκων,
ἢ ὁμοὺ πάντων. ἐγχρίειν δὲ τὸ στόμα
πᾶν μέχρι τῆς ἔσω φάρυγγος, ἁπλοῖσι
μὲν,--χυλῷ μόρων, ῥΟιῶν
ὕδατι λεανθέντων , ἢ φοινίκων ἑψήματι · φαρμάκοισι δὲ τῇ
διὰ τῶν μόρων, ἢ καὶ τῇ βησασᾷ,
καὶ χυλῷ ῥΟὸς, καὶ τῇ διὰ τῶν χελιδόνων.
ἢν δὲ ἕλκεα ἐσχάρων ἔωσι,
διακλύσματα τάδε καὶ ἀνακογχυλισμοὶ,
ὑσσώπου ἀφεψήματι ἐν μελικρήτῳ, ἢ σύκων τῶν
πιόνων ἐν ὕδατι καὶ ἐπὶ τοῖσδε ἄμυλος διεθεὶς ἐν μελικρή τῳ,
ἢ πτισάνης χυλῷ, ἢ τράγου.
Ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης,
ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ,
καὶ θέρμην, καὶ σάρκα
πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν.
ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ,
ἐμπασσομ έν ου νίτρου· καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν.
ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην.
θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται.
ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης ῥύΕται
ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπ' εὐλαβίης τῆς
ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν,
οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι· ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης
μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ,
καὶ βήσσουσι· ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον,
οὐ ξυνάγεται τοῦ τρώματος τὰ