[p. 156] τε τῆς πυρίης ὡς ἀσφαλεστάτῳ
χρέεσθαι, καὶ ὕλῃ μὴ σφόδρα βαρυόδμῳ μιῇ· ἀλλὰ ὕλη μὲν
ἔστω ἔλαιον τὸ ἐν κύστεσι ἄκνισον ἐν διπλῷ ἀγγείῳ ἑψηθὲν, ἢ
ἅλες λεπτοὶ ἐν τῷ μαρσιπίῳ. κέγχρος γὰρ καὶ λίνου σπέρμα
εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα.
τρόπος δὲ πυρίης· ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι τὰ πυριάματα ἄχρι τῆς
κορυφῆς · προσωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν. τόδε
γὰρ τὸ χωρίον ἁπάσης μὲν τῆς αἰσθήσιός ἐστι κοινὸν καὶ ἀπὸ τοῦδε πᾶσαι αἱ ἀφέσιες ὠφελίης τε
καὶ βλάψιος · ἢν δὲ ἐπιπλάσσειν δέῃ τοὺς τένοντας, νέρθεν
ἔστω τοῦ ἰνίου.
The common reading,
ὄρθιον ἔστω τὸ ἰνίον, is altered as above by the joint labours of
Wigan and Ermerins.
| ἀνωτέρω γὰρ εἰ θείης,
τὴν κεφαλὴν πλήσεις ἀτμῶν τοῦ λίνου σπέρματος καὶ τῆς τήλεως· ἐπὶ δὲ
τοῖσι ἐπιπλάσμασι ἀγαθὸν ἡ σικύη ἐς τὸ ἰνίον τῆς ῥάΧιος ἑκατέρωθεν · ἔστω δὲ φειδὼ πολλὴ τῆς
φλογός· ὀδυνηρὸν γὰρ καὶ σπασμῶδες τῶν χειλέων τῆς σικύης ἡ ἀμφίθλασις .
χρὴ ὦν ἐς δηρὸν ἕλκειν καὶ μαλθακῶς μᾶλλον, ἢ
ἀθρόον ἐν ὀλίγῳ χρόνῳ. ὧδε γὰρ ἄν σοι κυρτωθείη τὸ χωρίον
ἀπόνως, ὅπερ ἐπιτάμνειν χρή.
τέκμαρ δέ σοι τῆς αἱμάξιος τῆς συμμετρίης ἡ δύναμις γιγνέσθω.
τάδε μὲν ὦν τῶν ἄνευ ἑλκέων τετάνων τὰ ἄκεα.
Ἢν δὲ ἐπὶ τρώματι σπασμὸς γένηται,
ὀλέθριον μὲν καὶ δυσέλπιστον· ἀρήγειν δὲ χρή· μετεξέτεροίτε γὰρ καὶ ἐκ
τοιῶνδε ἐσώθησαν. χρὴ ὦν,
πρὸς τῇ ἄλλῃ ἰητρείῃ καὶ τὰ ἕλκεα ἰῆσθαι,
τέγξιθερμαινόντων, ἅσσα μοι λέλεκται,
καὶ πυρίῃ καὶ ἐπιπλάσμασι,
φαρμάκοισίτε ὁκόσα ῥΗϊδίως θερμαίνειτε καὶ πολλὸν τεύξει πῦον.
ξηρὰ γὰρ ἐπὶ τετάνῳ τὰ ἕλκεα. ἔστω ὦν
λιβανωτοῦ τῆς μάννης, καὶ πολίου τῆς κόμης,
καὶ ῥΗτίνης ἀπὸ τερμίνθου καὶ πίτυος τῶν δενδρέων,
καὶ ἀλθαίης ῥίΖης, καὶ πηγάνου καὶ
κονύζης τῆς βοτάνης. τάδε χρὴ συμμίσγειν τοῖς ἐπιπλάσμασι
, τὰ μὲν τήκοντα, τὰ δὲ
ἐμπάσσοντα, τὰ δὲ ξὺν ἐλαίῳ προλεαίνοντα· ἐν μελικρή
τῳ
|