[p. 155]
ῥέΠει. χρὴ δὲ μηδὲ ἐς τὰ ἄλλα τὰ μεγάλα ἄκεα
μέλλειν · οὐ γὰρ καιρὸς ἀμβολῆς. εἴτε ὦν διὰ ψύξιν ἄνευ
φανερῆς προφάσιος γένοιτο τέτανος, εἴτε ἐπὶ τρώματι,
εἴτε ἐπ' ἀμβλώσει γυναικὸς,
φλέβα τὴν ἐπ' ἀγκῶνι τάμνειν. προμηθευόμενον καὶ τὴν
πίεσιν τοῦ βραχίονος ἐν τῇ ἐπιδέσι, ὡς ἐς
ἄνεσιν ἔχοι, καὶ τὴν τομὴν ὡς εὐαφέως καὶ ῥΗϊδίως γένοιτο.
τάδε γὰρ σπασμῶν προκλήσιες · καὶ ἐσάπαξ ἀφαιρέειν εὐμέτρως,
μὴ μέχρι λειποθυμίης καὶ περιψύξιος.
μηδ' ἐπ' ἀσιτίης ἔῃ· ψυχρὸν καὶ ξηρὸν λιμός.
διδόναι ὦν μελικρή του παχέος ἀκρητεστέρου,
καὶ πτισάνης χυλοῦ ξὺν μέλιτι. τάδε γὰρ καὶ
παρισθμίοισι ἐς ἔκθλιψιν ἀπονώτατα, καὶ στομάχῳ ἐς
κατάποσιν λεῖα καὶ ῥήΪστα, καὶ ἐς μάλθαξιν κοιλίης μαλακώτατα
, καὶ ἐς δύναμιν δυνατώτατα · τὸ δὲ ξύμπαν σκῆνος
ἐρίοισι κατειλίχθω δεδευμένοισι ἐλαίῳ γλευκίνῳ, ἢ
κροκίνῳ, ἐν οἷς ἢ λιβανωτὶς,
ἢ κόνυζα, ἢ ἀρτεμισίη ἐνήψηται.
καὶ τὰ πάντα θερμὰ ἐς δύναμιν καὶ ἐς θίξιν ἔστω· χρίειν δὲ τῷ διὰ τῆς
λημνήστιδος, καὶ εὐφορβίου,
καὶ νίτρου, καὶ πυρέθρου ἀλείμματι· προσβάλλειν
δὲ τοῖσδε τοῦ καστορίου συχνόν· εὖ δὲ καὶ τοὺς τένοντας ξυλλαμβ άνειν τοῖσι ἐρίοισι,
καὶ χρίειν καὶ τὰ παρ' οὖς καὶ ἀνθερεῶνα.
τάδε γὰρ μάλιστα πάσχειτε δεινὰ καὶ τείνει.
The
common reading, τείνει, Ermerins alters to
κτείνει on the authority of a Parisian MS. Maittaire holds
τείνει to be an example of an active verb taken in a
passive signification (ed. Wigan). We would render it by tenduntur, cntenduntur, "we are
on the stretch." Similar examples are in Latin; as, "prora avertit." Virg. Æn. i.
104.
| πυριῆν δὲ κούφοις θερμάσμασι τένοντας καὶ
κύστιν, μαρσίποις ἔχουσι κέγχρον πεφωγμένην,
ἢ κύστεσι βοῶν ἐλαίου θερμοῦ ἡμιπληρέσι,
ὡς εἰς πλάτος ἐπικέηνται τῶν πυριωμένων χωρίων.
ἐβιήσατό κοτε ἀνάγκη πυριῆσαι κεφαλὴν, οὐκ
ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν.
τάσδε μὲν γὰρ ὀμίχλης ἐπ' ἀναφορῇ ἀτμῶν πίμπλησι,
ἀνίησι δὲ τὰ νεῦρα.I have adopted the conjectural
arrangement of the words introduced by Ermerins. | χρὴ οὖν
τῷ τρόπῳ
|