[p. 152]
ἄλκαρ ἐστὶ σωτηρίης, εἴς τε τὴν τῆς τροφῆς
κατάποσιν καὶ ἐς τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίης
καὶ λιμοῦ κίνδυνος μοῦνον, ἀλλὰ καὶ βηχὸς,
καὶ δυσπνοίης, καὶ
πνίξιος. κἢν γὰρ καὶ ἐγχέῃ τις εἰς τὸ στόμα ὑγρὸν
σιτίον, ἐς τὴν ἀρτηρίην ὑπορρέει,
οὔτε τῶν παρισθμίων ξυμπιπτόντων ἐς τὸν ὠσμὸν τῶν σιτίων,
οὔτε τῆς ἐπιγλωττίδος ἐνιζούσης ἐς τὴν ἑωυτῆς ἕδρην,
ἥτις ἐπίθημα τῆς ἀρτηρίης πέφυκε. χρὴ ὦν
μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυστίλῃ μακρῇ ὑπεραίροντα ὑπὲρ τῆς ἀρτηρίης ἐς τὸν στόμαχον
ἐγχέειν. τόδε γὰρ ἔτι ἐς κατάποσιν ὑπουργέει· εἰ δ' ὁ
νοσέων ἐς ὄλεθρονἴῃ ὕστατον, ὁ δὲ αὐχὴν σὺν τῇ ἀναπνοῇ
πηγνύηται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμάσμασι
χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀί̈δριες ὁκόσοι
σικύην ἐς τὸν ἀνθερεῶνα προσβάλλουσι ἐς εὐρύτητα τοῦ στομάχου.
οὐ γὰρ διαστάσιος χρέως ἐς ἔνθεσιν τῆς τροφῆς,
ἀλλὰ ξυμπτώσιος ἐς κατάποσιν. προσδιαστέλλει
δὲ σικύη, κἢν καταπίνειν θέλῃ,
ἐπίσχει τῇ ἀποστάσιτε καὶ ἀνθολκῇ · ἐπανιέναι δὲ χρὴ ἐς τὴν περιστολὴν τῆς
καταπόσιος · πρὸς δὲ τουτέοισι τὴν ἀρτηρίην πληροῖ ἐς κίνδυνον ἀποπνίξιος.
ἀλλ' οὐδ' εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείης ἀρήγει· μύες γὰρ καὶ
νεῦρα, καὶ τένοντες, καὶ
φλέβες ἐπίπροσθεν ἔασι αὐτέου. Κύστις δὲ καὶ τὸ
χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν
περιττῶν ἀεὶ ἔντερα
The common reading,
ἐόντα, is evidently inadmissible; and although Ermerins changes it
into ἐόντων, I cannot see that even then the text is much
improved. I flatter myself that my amendment is both natural and obvious when suggested.
See further towards the end of the chapter, where this term occurs.
|
πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον
ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων,
διαρρέει γὰρ τὰ περιττὰ ὡς δι' ἀψύχων.
ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι·
|