[p. 151]
τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ
προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης
ἀνεπόθη.
ἀλλὰ καὶ τὸ ἀί̈διον αὐτέων ὀνηϊστόν,
περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι
λέλεκται· ξὺν αὐτέοισι δὲ καστόριον, ῥΗτίνη τερμίνθου τοῦ
δένδρεος, εὐφορβίου,
λημνήστιδος, πυρέθρουἶσα· πεπέριος,
χαλβάνης ἐς ἥμισυ· ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον,
κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ
τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ.The
text is very unsatisfactory. | ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ
τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου
σπέρμα, τῆλις, ἄλφιτον
κρίθινον, μέλι, ἔλαιον
ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης ῥίΖα κοπεῖσα καὶ ἐν
μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα
καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἔωσι
ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι,
τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης.
Ἢν δὲ πυρετοὶ ὀξέες ἔωσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται,
καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι,
πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι
. τροφῇσίτε ὦν τελέως λεπτῇσι,
εὐπέπτοισι χρέεσθαι· καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον· καὶ τοὺς
παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ
ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή. Ἢν δὲ
πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ
ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως.
καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον,
καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ
μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ.
Παρελύθη κοτὲ καὶ κατάποσις,
ἥπερ μούνη ἀποπλήκτοισι
|