[p. 150] μέλιτος τῷ ξυνήθει πήγανον
ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς
ῥΗτίνης, καὶ ἁλῶν ἀντὶ νίτρου,
καὶ ὑσσώπου ἐψήματος.
Καὶ ἢν ἐκ
τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι
πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης,
ἢ εὐσφυξίη γένοιτο, ἢ
ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι,
ἠδ' ἀρήγειν εὐτολμότερον.
κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι
νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ
δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ.
Καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ,
ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων,
διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον· κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ,
δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον
πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ
τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν.
ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον,
καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει.
αἰσθήσιος δὲ, καὶ κεφαλῆς,
καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον.
ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν
ἀρχῇσι, ἅλις.
Ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν λίπαϊ σικυωνίῳ,
ἢ γλευκίνῳ, ἢ
παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ
ξυμπάντεσσι συμμεμιγμένοισι· ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων·
. . . . . . . ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάσσειν δὲ
καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ ·
μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον· καὶ ἄλειμμα,
ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ
δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρή τῳ. τὸ δὲ πλῆθος
ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν· ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος
, εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος.
ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος,
εὐφορέστερά τε καὶ δυνατώτερα . οὔτε γὰρ
περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος· ἀχάριστον γὰρ