[p. 142] τόδε· τῆς μὲν δυνάμιος
λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου,
πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν,
καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος,
ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς
ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον · ἄλκαρ μοῦνόν ἐστι οἶνος,
θρέψαι μὲν ὠκέως κατ' οὐσίην, καὶ πάντη μέχρι
περάτων μολεῖν· τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα
νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι,
στῦψαι πλάδον, φερομένων ἔξω καὶ ῥΕόντων
κρατῆσαι, ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν,
κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν· ἄριστος δὲ μειλίξαι θυμὸν ἐν
παραφορῇ · τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε
γὰρ πρηο̈́νονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν
τρέφονται· ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν.
The last
clause of this sentence seems decidedly to be corrupt. How much is it to be lamented that
this eulogium on wine, which appears to be so judicious and so eloquent, should be marred,
in so far, by the corruptions of the text! Petit suggests ἑωυτέους
ἐμπλέουσι, which would be an improvement of the sense, in my opinion; but it is
rejected by Ermerins.
| Ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ
χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ,
ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται · τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι
προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι,
ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς
αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν
κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται,
καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν
σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται
, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη
εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς
νούσου γνώματα.
|