Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΕΠΙΔΗΜΙΩΝ Γ

 [p. 220] δὲ ἀρχομενῳ ἐπεκαύθη‧ κώφωσις αὐτίκαὕπνοι οὐκ ἐνῆσανδιψώδης οὐ λίηνοὖρα παχέα, ἐρυθρά,
20
κείμενα οὐ καθίστατοἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα συγκεκαυμένα διῄει. πέμπτῃ οὔρησε λεπτά, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσεν. ἕκτῃ ἰκτεριώδης, πάντα παρωξύνθη, οὐ κατενόει. ἑβδόμῃ δυσφόρως, οὖρα λεπτά, ὅμοια. τὰς ἑπομένας παραπλησίως. περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι‧ κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτάοὐ καθίστατοἡσυχῇ κατενόει. τεσσαρεσκαιδεκάτῃ ἄπυρος, οὐχ ἵδρωσεν, ἐκοιμήθη, κατενόει πάντα, οὖρα παρα
30
πλήσια. περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη. τὰς ἑπομένας πυρετὸς ὀξύς, οὖρα λεπτά, παρέκρουσεν. πάλιν δὲ εἰκοστῇ ἐκρίθη, ἄπυρος, οὐχ ἵδρωσεν. ἀπόσιτος παρὰ πάντα τὸν χρόνον, κατενόει πάντα, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη‧ κατεκοιμᾶτο σμικρά, κωματώδης. περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖσι. καὶ τὰς ἑπομένας πυρετὸς ὀξύς, γλῶσσα συνεκαύθη. ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε. τούτῳ
40
κώφωσις διὰ τέλεος παρέμενεν, οὖρα παχέα καὶ ἐρυθρά, οὐ καθιστάμενα, λεπτὰ καὶ ἄχρω καὶ ἐναιώρημα ἔχονταγεύεσθαι δὲ οὐκ ἠδύνατο.