Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΕΠΙΔΗΜΙΩΝ Α

κατάστασις τρίτη

 [p. 166] ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν
10
καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαιαὕδωρ οὐκ ἐγένετοἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι
13
ἰσημερίης.


χΙf. Ἐν τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέωνκαὶ γὰρ ἄλλως τὸ νόσημα ἐπίδημον ἦντὰ δὲ ἄλλα διετέλεον ἄνοσοι. πρωϊ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον μέχρι ἰσημερίης καὶ πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον. ἤδη δὲ τοῦ φθινοπώρου
10
καὶ τῶν ὑσμάτων γενομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπωλλυντο.

Ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥΙνῶν αἱμορραγήσαι, διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥΙνῶν ἔσταξενἀπέθανον. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπερρίγουν καὶ