On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

 [p. 12] ἑκάστη πέφυκεν. ἔργον δὲ δηλονότι καλῶ τὸ
7
γεγονὸς ἤδη καὶ συμπεπληρωμένον ὑπὸ τῆς ἐνεργείας αὐτῶν, οἷον τὸ αἷμα, τὴν σάρκα, τὸ νεῦρονἐνέργειαν δὲ τὴν δραστικὴν ὀνομάζω κίνησιν καὶ τὴν ταύτης αἰτίαν δύναμιν. ἐπεὶ γὰρ ἐν τῷ τὸ σιτίον αἷμα γίγνεσθαι παθητικὴ μὲν τοῦ σιτίου, δραστικὴ δ' τῆς φλεβὸς γίγνεται κίνησις, ὡσαύτως δὲ κἀν τῷ μεταφέρειν τὰ κῶλα κινεῖ μὲν μῦς, κινεῖται δὲ τὰ ὀστᾶ, τὴν μὲν τῆς φλεβὸς καὶ τῶν μυῶν κίνησιν ἐνέργειαν εἶναί φημι, τὴν δὲ τῶν σιτίων τε καὶ τῶν ὀστῶν σύμπτωμά τε καὶ πάθηματὰ μὲν γὰρ ἀλλοιοῦται, τὰ δὲ φέρεται. τὴν μὲν οὖν ἐνέργειαν ἐγχωρεῖ καλεῖν καὶ ἔργον τῆς φύσεως, οἷον τὴν πέψιν, τὴν ἀνάδοσιν, τὴν αἱμάτωσιν, οὐ μὴν τό γ' ἔργον ἐξ ἅπαντος ἐνέργειαν γάρ τοι σὰρξ ἔργον μέν ἐστι τῆς φύσεως, οὐ μὴν ἐνέργειά γε. δῆλον οὖν, ὡς θάτερον μὲν τῶν ὀνομάτων διχῶς λέγεται, θάτερον δ' οὔ.


III

Ἐμοὶ μὲν οὖν καὶ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν