[p. 84]
ἄπεπτοι , ἀπόσιτοι,
ἄγρυπνοι, ἄθυμοι,
μελαγχολώδεες.
Ἐπὶ δὲ τὸ
λευκότερον , χροιῇ μὲν λευκόχλωροι,
γνώμῃ δὲ φαιδρότεροι· σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ,
ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι ῥΗί̈διοι τῶν
πρόσθεν μᾶλλον· διαχωρέουσι λευκὰ, ξηρὰ,
ἀργιλώδεα · οὐρέουσι ξανθὰ,
ὠχρὰ, κροκοειδέα .
Ἀμφοῖν δὲ τὸ ξύμπαν σῶμα κνησμῶδες· θέρμη ἀνὰ ῥῖΝας σμικρὴ
μὲν, δακνώδη ς δέ.
ἀμύσσον τὸ χολῶδες · γεῦσις μὲν πικρῶν οὐ πικρὴ, τὸ
θωῦμα, οὐ μὴν γλυκέη· γλυκέων δὲ πικρή.
ἡ γὰρ ἐν τῷ στόματι χολὴ ἐνίζουσα τῇ γλώσσῃ,
ἐπίπροσθεν τῶν ἐδεστῶν ἐντυγχάνουσα, τὴν αἴσθησιν
σοφίζεται τήνδε. ἡ γὰρ γλῶσσα ἀναπιοῦσα τῆς χολῆς
τῆσδε, οὐκ ἐκείνων αἰσθάνεται · καὶ τὸν μὲν πρόσθεν τὸν τῆς
ἀποσιτίης χρόνον ἀτρεμέει ἡ χολὴ, ἀτὰρ οὐδὲ ἡ γλῶσσα τῷ
ἤθεϊ ἄχθεται · ἢν δὲ ἀναζέσῃ γεύμασι ἐπίπροσθεν τῶν ἐδεστῶν τὴν γλῶσσαν ἥδε
κινέει.
The common reading, κενεὴν, having scarcely any
meaning. I have adopted that of Ermerins, previonsly suggested
by Petit. Wigan reads, οἴδε
κινέειν, which also is not unsuitable.
|
ἤν τε οὖν
πικρὸν ἔῃ σιτίον, πικρῶν αἴσθησις· ἤν τε γλυκὺ,
χολώδεος· φθάνει γὰρ ἡ αἴσθησις τῆς χολῆς· ἀπάτη δὲ ξύνεστι τοῖσι
ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι. οὐ γὰρ οὕτως
ἔχει. ἀλλ' ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται,
μόνον διὰ τὸ ξύνηθες τῆς νούσου,
φαντασίη γλυκάζοντος γίγνεται. ἡ ὠυτὴ δὲ
κατάστασις καὶ ἐν γλυκέσι καὶ πικροῖσι γεύμασι · ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα ἡ
χολή. Ἢν μὲν οὖν μὴ ξύν τινος σπλάγχνου θερμασίῃ
φανῇ, ἀσινὲς μὲν ὡς ἐπίπαν,
μακρότερον δέ· ἢν δὲ καὶ ἐγχρονίσῃ καὶ ἐπιφλεγμαίνῃ σπλάγχνον,
ἐς ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ.
πολλοὶ δὲ καὶ δίχα ὕδρωπος ἐκτακέντες ὤλοντο.
ξύνηθες δὲ μειρακίοισι, νέοισι,
καὶ τοῖσι δὲ ἀσινέστερον·