[p. 80] Ἐπὶ δὲ τάσιος
σημήϊα, πυρετοὶ , πόνοι
καὶ ῥίΓεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ
ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις.
μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον·
οἰδαλέοι, ὑδερώδεες,
μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ
θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ
πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος ,
ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτ' ἐόντος
ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται , καὶ βραχέα ξηρὰ
βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα,
τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ,
ξυντήκει μὲν τὸν ἄνθρωπον · ὠφελέει δὲ οὐδὲν ἧττον.
Ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν
καθαρὸν, πέπον ὄυκοτε ἐσσύθη,
ὑπόλευκον δὲ καὶ τεφροειδὲς , ἄλλοτε δὲ
τρυγῶδες ἢ πελιδνόν · ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται,
καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦτι τοῦ σπληνὸς ἔξεισι συντακέντος.
μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη·
εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος,
μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι,
καχέκται, οἰδαλέοι,
ἰδεῖν ἀπρεπέες,
πολυελκέες πάντη· μάλιστα δὲ ἐς κνήμας· στρογγύλα,
πελιδνὰ , κοῖλα,
ῥΥπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες
ὤλοντο.
Ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης,
ἀντιτυπίης , ἀπονίη·
διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο,
χρεὼν ὕδρωψ, ἢ φθίσις,
καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας
τοῦ ζῆν ἐξάγει.
Παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε
ῥΗί̈τεροι καὶ ἀπαλλαγῆναι ῥΗί̈τεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν,
διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες
. καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου