[p. 74]
παχέα, κολλώδεα· εὐπαθέες δὲ
γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ
παῖδες τούτων περιγίγνονται ῥΗί̈τερον, ἡ γὰρ φύσις ἐν
αὐξήσι θερμῆναι δυνατωτάτη . ἄνδρες δὲ εἰ καὶ μὴ ῥΗί̈διοι
παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον.
ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἢ ἐν
εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι
τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι,
ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι.
Μελλησμοῦ δὲ σημήϊα,
βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες
ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν,
δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες
καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ
παράλογοι, ἀγρυπνίη,
θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής · ῥὶς ὀΞείη,
ἐς ἀναπνοὴν ἑτοίμη. Ἢν δὲ
ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες,
ὡς ἐπ' ἀγχόνῃ, ῥΩγμὸς ἐν
ἐγρηγόρσι·
Wigan and Ermerins read
ῥΩχμὸς; but the other seems to me the preferable term. The
authority of Cælius Aurelianus seems to me decisive on this point: "Gutturis stridor quem
Græci rhogmon vocant." Morb. Acut. ii. 10. See PAULUS
ÆGINETA, t. i. p. 482, Syd. Soc. Edit.
| πολλὸν δὲ
μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη · ἐς τὸ ὕπαιθρον
ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής ·
ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα
ποθέοντες, ὑπ' ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ
στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ
πρόσωπα, πλὴν τῶν μήλων.
τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊ῀
δας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ,
λεπτὴ, ψυχρὴ,
ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος
οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα.
σφυγμοὶ σμικροὶ,
πυκινοὶ , πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν
ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ
τρόπῳ.
|