[p. 73] καὶ τὸν ἐμπυϊκῶν τρόπον· τὰ δὲ
πῦα λευκὰ, ἔπαφρα, σιάλῳ
μεμιγμένα· ἄλλοτε δ' αὖ τεφροειδέα , ἢ ὑπομελανίζοντα· καὶ
βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἡ
ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου.
βραγχώδεες ,
βραχύπνοοι , βαρύφωνοι,
τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων
τῆς ὑγρασίης δέονται.
Surely some such word as
διὰ is wanting before τῆς ὑγρασίης, or the text is
otherwise at fault.
|
ὀφθαλμῶν τὰ
μέλανα στιλπνά· τὰ δὲ λευκὰ, λευκότα τα καὶ πίονα· μῆλα
ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί.
θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης
μείζων, εὐψυχίν δὲ τόνου δυνατωτέρη .
Κεφ.
ια'. Περὶ Ἄσθματο ς.
Εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ
ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια,
καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι
ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον,
οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως · πνὶξ γὰρ ἐν κατακλίσι
. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια
τοὔνομα.
Ermerins suppresses the last clause of the sentence
altogether, on the ground that it is superfluous and out of place. I fear this must be held to
be an unwarrantable liberty on the part of an editor, whose duty it is to restore the words,
but not attempt to improve the sense of his author. |
ὄρθιος
γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ
ὥνθρωπος, κίνδυνος πνιγῆναι.
Πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν,
διάφραγμα, θώρηξ· ἢν δὲ
καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε .
τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή.
Αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος·
Ermerins agrees with Petit in reading πνεύμονος. I
am doubtful.
|
ὕλη δὲ ὑγρὰ,