[p. 72] εὐμαρῶς,
εὔσφυκτος, εὔτονος
γίγνηται, ἀνώλεθρος ὁ νοσέων· ἢν δὲ ἐπιπυρεταίνῃ,
καὶ πάντα ἐς κακὸν τρέπηται,
ἀνέλπιστος . προσξυνιέναι δὲ καὶ τὰ
χωρία, ἔνθα αἱ ἀποστάσιες · ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ
ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται.
ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοιάδε οὐ ῥΗϊδίως δέχεται
φλεγμον ῆς περιουσίην · ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι,
ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ
κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυί̈σκει χρόνον.
σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν,
ἐπικίνδυνα δὲ καὶ θανατώδεα.
Εὖτε ὁκόσοισι περιπνευμον ικοῖσι ἂν φλέγμα ἔῃ,
καὶ μὴ διαχέηται, περιγίγνονται·
οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται.
τὰ μὲν οὖν μελλούσης ἢ τετελες μένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα·
ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν
χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι· ἀλλὰ γὰρ ῥΗϊδίως ἀναφέρεται
, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης,
ἤπερ ἕξιος σωμάτων. μανὸς γὰρ καὶ
πολύτρητος ὁ πνεύμων, σπογγίῃ ἴκελος,
οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπ' ἄλλης εὐρυχωρίην
ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης
ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ ῥΗί̈διαι.
εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἡ
ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ.
Although I have not meddled with the
text, I cannot but think that we ought to read either
πῦον or ὑγρὸν, instead of
πνεῦμα . |
περιγίγνονται
δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ ἀθρόῃ ἑλκύσι τοῦ
ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ
πύου. θνήσκου σι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα