[p. 63] ἢν ἐπὶ σπασμῷ διαστρέφηται,
κυνικὸς σπασμὸς ἡ κλῆσις· ἔκλυσιν δὲ γουνάτων καὶ
αἰσθήσιος πρόσκαιρον νάρκην καὶ ἀψυχίην καὶ κατάπτωσιν,
λιποθυμίην καλέομεν. Παρίεται
ν, ἄλλοτε μὲν μέρεα καθ'
ἓν, ὀφρὺς μούνη, ἢ
δάκτυλος, ἢ ἔτι μέζω,
χεὶρ, σκέλος · ἄλλοτε δὲ ὁμοῦ πλεῦνα· καί ποτε
δεξιὰ μοῦνον, ἢ ἀριστερ ὰ,
ἢ ἰδίῃ καὶ ἰδίῃ, ἢ ξύμπαντα · ἐπ' ἀκριβὲς,
ἢ ἧσσον. οὐ τὰ διεστῶτα
μοῦνον καὶ ὁμώνυμα καὶ ὁμόζυγα, ὀφθαλμοὶ,
χεῖρες, σκέλος,
ἀλλὰ καὶ τὰ ξυμφυέα, ῥὶς ἐς Τὸ
ἶσον, καὶ γλῶσσα μέσφι τῶν ὁρίων τοῦ μέσου,
καὶ παρίσθμιον ἓν, καὶ
ἰσθμὸς, καὶ κατάποσις ἐς ἥμισυ.
δοκέω δὲ ἐγώ κοτε καὶ στόμαχον, καὶ τὰ
ἔντερα, καὶ κύστιν, καὶ
τὸ παράμηκες ἔντερον ἄχρι τῆς ἀρχῆς τωὐτὸ πεπονθέναι· ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸς ἐκλυόμενα
The common reading, ἑλκέων
νἑυει, having evidently no meaning, I follow Wigan and Ermerins in adopting
this word. I am also indebted to the latter for various other amendments in this chapter,
which I do not think it necessary to mention singly.
| κρυπτὰ
καὶ ἀφανέα· ἡμιτελέες δὲ καὶ αἱ ἐνέργειαι· τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῆ
ὑπὸ τῆς νοῦσου τετμημένα. τόδε μέντοι τὸ πρῆγμα δίδαγμα
διαφορῆς δυνάμιός τε καὶ κρίσιος πρὸς ἀριστερὰ δεξιοῖς.
ἴση μὲν γὰρ καὶ ἡ προσίζουσα αἰτίη, ξυναὶ δὲ
ἀμφοῖν τοῦ πάθεος αἱ προφάσιες, ἤν τε ψύξις,
ἤν τε ἀπεψίη, ἀλλὰ ἄμφω παθεῖν οὐκ
ἶσα ἄν. ἰσόρροπος δὲ ἡ φύσις,
ὡς ἐν ἰσορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίσοις ἀδύνατον.
ἢν μὲν οὖν τῆς κεφαλῆς κάτω πάθῃ τις ἀρχὴ,
ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ ἡ μῆνιγξ,
τὰ ὁμώνυμα καὶ ξυναφέα παραλύεται, δεξιὰ ἐπὶ
δεξιοῖσι, καὶ ἐπ' ἀριστεροῖσι λαιά.
ἢν δὲ κατάρχῃ κεφαλὴ, ἐπὶ μὲν τοῖσι δεξιοῖσι
τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπ' ἀριστεροῖσι.
αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἡ
ἐπαλλαγή. οὐ γὰρ κατ' ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει,
μέσφι περατῶνται,
ἀλλ' ἔμφυτα τῇ ἀρχῇ ἕκαστα εὐθὺς ἐπ' ἐκεῖνα φοιτῇ,
ἀλλήλοισι ἐπαλλαξάμενα
|