[p. 57] ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην
ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα
καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς
νούσου μᾶλλον ἢ ἀλλαγῇ πάθεος. Ἐπ' ἀμφοῖν δὲ
ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι,
ἢ καὶ ἀνδρῶν ἐλάσσους· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες
ἐκμαίνονται· ἡλικίη, πρὸς ἀκμὴν,
καὶ οἱ ἀκμάζοντες · ὥρη θέρος μὲν καὶ φθινόπωρον τίκτει,
ἔαρ δὲ κρίνει. Τεκμήρια μὲν οὖν
οὐκ ἄσημα. ἢ γὰρ ἥσυχοι, ἢ
στυγνοὶ, κατηφέες,
νωθροὶ ἔασι ἀλόγως, οὔ τινι ἐπ'
αἰτίῃ, μελαγχολίης ἀρχή.
ἔτι δὲ καὶ ὀργίλοι προσγίγνονται, δύσθυμοι,
ἄγρυπνοι, ἐκ τῶν
ὕπνων ἐκθορυβούμενοι. Ἔχει δὲ αὐτέους καὶ τάρβος
ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα φοιτῇ,
εὖτε καὶ ὄνειροι ἀληθέες, δειματώδεες,
ἐναργέες. ὁκόσα γὰρ
ὑπὰρ ἐκτρέπονται ὁποίου ὦν κακοῦ, τάδε ἐνύπνιον ὁρέουσι
ὥρμησε· This passage, in all the MSS., is confessedly corrupt. I
have adopted the conjectural emendation of Ermerins, although very bold, and, I must add,
not quite satisfactory. | πρὸς τὸ ῥΗί̈διον μεταγνῶναι εὔκολοι,
αἰσχροὶ, σμικρολόγοι,
ἄδωροι, καὶ μετ' οὐ
πολὺ ἁπλοῖ, ἄσωτοι,
πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς,
ἀλλὰ ποικιλίῃ νοσήματος· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ,
μῖσος, φυγανθρωπίη,
ὀλόφυρσοι ἐς κενεὰ, ζωῆς κακήγοροι· ἔρανται
δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην καὶ μώρωσιν ἡ γνώμη
ῥέΠει, ὄκως ἀγνῶτες ἁπάντων,
ἢ ἐπιλήσμονες ἑωυτέων, βίον ζώωσι ζωώδεα·
ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἡ ἕξις· χροιὴ μελάγχλωρος,
ἢν μὴ διεξίῃ κάτω ἡ χολὴ, ἀλλὰ ἀναχέηται ξὺν
τῷ αἵματι ἐς τὸ πᾶν· βοροὶ μὲν, ἰσχνοὶ δέ· ὕπνος γὰρ αὐτέοισι
τε πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα· ἀγρυπνίη δὲ
σκίδνησι ἐς τὴν ἔξω φορήν· τοιγαρο ῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα.
ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ,
στρογγύλα, ξὺν περιρρόῳ μέλανι,
χολώδεα, οὖρα σμικρὰ,
δριμέα,
|