[p. 5]
ἀρωγοὺς καλέουσι τοὺς παρεόντας,
προγνώσι τοῦ μέλλοντο ὑπ' ἐμπειρίης· διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν
δέονται τὰ κατάρχοντα μέρεα· καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα,
ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι· καὶ σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ
καὶ ἐς ἡμέρην τῆν σημασίην διώσατο.
The common reading in the
MSS. is καὶ ἐς τὴν ἡμετέρην σημασίην διώσατο. In the
margin of the edition of Henisch we find ἡμέρην, which is
adopted by Wigan. Ermerins transposes τὴν from before
ἡμέρην, as above.
|
πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη
, καὶ οὕτω κατέπεσον.
Ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος,
χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ
διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς
ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ
ξυμφορή · αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος ·
ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ
γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται,
ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ,
εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει.
χάσκουσι μέγα, στόμα ξηρὸν,
γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον
τρώματος μεγάλου γίγνεσθαι, ἢ ἀποτομῆς,
εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες.
ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ
διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ
ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ
ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέν
αι,
Dr. Ermerins, on pure conjecture, substitutes
ξυνηγμέναι , as I think unnecessarily.
Ἀνειμέναι may be interpreted literally, "inclining," i. e. "drawn upwards." See
Foes Œc. Hippocrat., under ἀνιοῦται. Would not
ἀνιέμεναι be a suitable reading? I have translated the
passage accordingly.
| ὅκως τοῖς χαλεπαίνουσι,
ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι,
πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον
σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου ῥΥτίδας ἐξαληλίφθαι· μῆλα ἐρυθρὰ,
παλλόμενα·
|