[p. 44] λαγόνων
ὀδύνη βαρείη, σπασμὸς ,
τρόμος, ῥίΓεα,
γνώμην παράφοροι. ἢν δὲ πρὸς τοῖσι καὶ ἕλκος
πεπόνθῃ ἢ φλεγμονὴν, πολλὰ μὲν τὰ κακὰ,
ὄλεθρος δὲ πολλόντι ἑλκέων ὤκιστος.
ἀλλ' ἀμφὶ μὲν ἕλκεος καὶ ἀποστάσιος πυώδεος,
καὶ τῶν ὁκόσα μὴ ὀξύταταᾖ, ἐν τοῖσι χρονίοισι
λελέξεται· ὁκόσα δὲ κατόξεα, καὶ ἐν ιδ' ἡμέρῃσιν,
ἢ ὀλίγῳ θᾶσσον, ἢ
βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ,
ἢ θρόμβοι, ἢ λίθος ἐς τὸν τράχηλον
ἐμπεσὼν, περὶ τῶνδε νῦν ἐρέω.
ἢν οὖν τι τουτέων ξυμβῇ, οὔρων ἐπισχέσιες,
ὄγκος ἐν τῷ ὑπογαστρίῳ,
ὀδύνη ὀξείη, πάντη τῆς κοιλίης · περίτασις
τῆς κύστιος, ὁ ὠχρὸς ἱδρὼς τῇ δεκάτῃ,
ἔμετοι φλεγματώδεες, ἔπειτα χολώδεες,
ψύξις ὅλου, ποδῶν δὲ
μᾶλλον· ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, πυρετοὶ λυγγώδεες,
σφυγμοὶ, ἀταξίῃ
πυκνοὶ, καὶ μικροὶ,
ἐρύθημα τοῦ προσώπου, διψώδεες,
ἀπορίη, γνώμην παράφοροι,
σπασμοί . ἐπὶ δὲ φαρμάκοισι δηλητηρίοισι,
κανθαρίσι, ἢ
βουπρήστι, καὶ πνεύμασι ἐμπίπραται ἡ κύστις,
καὶ ἡ ξύμπασα κοιλίη βιαιοτέρη, καὶ
πάντα κακίω, καὶ οὐκ εἰς μακρὸν ἡ τοῦ θανάτου
ἀμβολή.
Αἱμορραγέει κοτὲ κύστις· ξανθόντε καὶ
λεπτὸν τῇδε τὸ αἷμα· ἀλλ' οὐδέν τι διὰ τήνδε θνήσκουσι, κἂν
μὴ ῥΗϊδίη ἡ ἐπίσχεσις· ἀλλ' ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνος.
ψύξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες,
καὶ τὰ ἐπὶ τῇδε κακὰ ῥΗϊδίως κτείνει.
Φέρει
δὲ τὰς νόσους, χεῖμα, καὶ μετόπωρον
. ἡλικίη δὲ ἀκμὴ, ἔτι δὲ μᾶλλον γῆρας· αἱ δὲ
ἄλλαι ὧραι καὶ αἱ ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι.
ἀσινέστατα δὲ πάντων τὰ παιδία.
Κεφ. ια'.
Περὶ Ὑστερικῆς Πνιγός.
Ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται ἡ μήτρη,
σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες.
κινέεται γὰρ ἐξ