[p. 43]
ὧραι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουσι,
αἵπερ καὶ τὰ κατὰ τὰς κοίλας φλέβας.
Ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἀθρόον,
καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε· ἀλλ' οὔ τινες αἱμορραγίῃ θνήσκου
σι, ἀλλὰ τῇ φλεγμονῇ τῇ ξὺν αἱμορραγίῃ γιγνομένῃ,
ἢν ἐπισχεθῇ τὸ αἷμα· τὰ πολλὰ δὲ ἐξ ἐπισχέσιος ἐπὶ
μεγάλῃ φλεγμονῇ θνήσκουσι.
Κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι· κἢν ἄλλοισι ξυμπεπόνθῃ· χαλεπωτέρη
δὲ καὶ θανατωδεστέρη, ἢν ἀφ' ἑωυτῆς ἄρξηται.
καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι,
καὶ νεῦρα, καὶ γνώμην.
νεῦρον γὰρ ἡ κύστις ψυχρὸν καὶ λευκὸν, ἀτὰρ
καὶ πορρωτάτω τοῦ οἰκείου θάλπεος· ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος.
ἐν γὰρ τῇ νειαιρῇ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος · ἀλλὰ καὶ ἔργον
αὐτέης ἐπίκαιρον ἡ τῶν οὔρων ἔξοδος. Κἢν οὖν
μοῦνον ἥδε ἐπισχεθῇ λίθοισι, ἢ θρόμβοισι,
ἤ τεῳ ἄλλῃ ἰδίῃ, ἢ ἀλλοτρίῃ
ξυμφορῇ, θανατῶδες.
ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑστέρων φλεγμονὴ ἀναπιέζει,
In all the MSS. the common reading is
FLEGMONA\S, from which no suitable meaning can be elicited. Ermerins introduces
many changes; thus he reads,--αὐτέην καὶ ὑστέρη φλεγμήνασὰ ἂν
πιέζει; and, in the next clause he erases τὸ
εὐθὺ. By merely changing φλεγμονὰς into
-ὴ, I am persuaded that a legitimate reading is obtained.
Ἀναπιέζω is a Hippocratic term. Art. 807, ed. Föes. It is to
be borne in mind that the φλεγμονὴ of the ancients was a
Phlegmon rather than an inflammation; i.e. it was ὄγκος ὀδυνηρός. See Föes,
Œc. Hipp.
| ἐπ'
ἀνδρῶν δὲ, τὸ ἔσχατον, τὸ
εὐθὺ, τὸ παράμηκε ς ἔντερον.
ἐν πολλοῖσι δὲ ἐκ καρτερίης ἀεκουσίου ὑπ' αἰδοῦς ἐν ξυλλόγοισι ἢ ξυνδείπνοισι
πληρουμένη διατέταται , ἀδρανίῃ τε περιστολῆς οὐκέτι
μεθίησι. ἐπὴν οὖν ἐπίσχῃ τὰ οὖρα,
πληρώσιες καὶ τῶν ὕπερθεν μερέων· νεφρῶν,
οὐρητήρων διατάσιες·
|