[p. 35] ἄδην ἢ
χανδόν· καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη,
καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλ' ἀνελήφθηβίῃ
,
Should we not read ἤ̣ See
the Notes of Wigan and Ermerins, which explain the difficulties about the text without
removing them.
|
τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω
ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι,
οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ
βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων · ὀλισθηρὰ γάρ·
γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ
ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος,
φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ
μᾶλλον θέρος. Πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι
θνήσκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται ,
καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε,
καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι,
εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἴη,
πόνος ἑλισσόμενος, στομάχου
πλάδος, ἔκλυσις,
μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι,
κοιλίη ὑποβορβορίζουσα φύσῃσι,
ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες.
Ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἱλεὸς,
πάντων ἄνω ἡ φορὴ, πνευμάτων,
φλέγματος, χολῆς.
ἐμοῦσι γοῦν τάδε· ἔξωχροι, ψυχροὶτὸ
πᾶν σκῆνος· πόνος πουλὺς, ἀναπνοὴ κακὴ,
διψαλέοι·
Ἢν δὲ καὶ
θνήσκειν μέλλωσι, ἱδρὼς ψυχρὸς,
δυσουρίη, ἕδρη ἀπολελημμένη,
ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι· κόπρων ἔμετοι,
ὥνθρωποι ἄφωνοι, σφυγμοὶ πρόσθεν μὲν
ἀραιοὶ, σμικροί · πρὸ θανάτου δὲ σμικρότατοι,
καὶ πυκνότατοι καὶ ἐκλείποντες.
τάδε μὲν οὖν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει.
Ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ
ξυνόντα ὅμοια, καὶ ἡ αὐτὴ συμφορή.
τουτέων δὲ μετεξέτεροι διαδιδράσκ ουσί κοτε,
ἢν πῦον ἐγγένηται τῷ κώλῳ. αἰτίη δὲ τὸ βάθος
τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μὲν,
ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι,
πλάτος δὲ καὶ βάρος