[p. 237]
ἔξω τὸ κακὸν ἕρπει, ἀλλὰ ἔνδοθί
τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει, καὶ ὅλον ἔξωθεν
ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν· θηρίου γὰρ ἰδέη·
δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι, οὐ μεῖον ἢ
λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν ῥΗϊδίη βαφή.
τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἄξιον ἔχον ἄκος;
The common reading, ἄξιον ἔχον, is changed by
Ermerins to ἀξιόνικον. I cannot see that this change is
any improvement.
| ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα,
καὶ διαίτην, καὶ
σίδηρα, καὶ πῦρ· καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ
προσβάλῃς, ἐλπὶς ἰήσιος· ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος,
καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ,
ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ,
ἀνέλπιστος ὁ νοσέων. Τάμνειν ὦν τὰς ἐπ' ἀγκῶνι
φλέβας· ἄμφω δέ· τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι μὴ αὐτῆμαρ · Petit,
Wigan, and Ermerins are all agreed, that the negative particle, although wanting in the
MSS., is here required by the sense. | κρέσσον γὰρ ἡ διάστασις
ἔς τε πολλὴν τὴν τοῦ αἵματος ῥΟὴν, καὶ ἐς ἀνάκλησιν τῆς
δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν
ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν.
σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστὸν, τῆς φύσιος ἡ
τροφή. ξυντεκμ αίρεσθαι ὦν,
ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ
τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ ἡ
νοῦσος. ἡ γὰρ νεαρὴ,
ξυμπλακεῖσα τῷ σώματι, χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν·
ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ· ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης
. ἔστω καὶ ἡ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ· ἡ ἐπὶ
τῷ ἰσχίῳ, ἥν ἔλεξα,
ἔστω. ἠδὲ γάλα ἀδιάκρτον
--πολλὸν δὲ ἔστω τόδε--ἐς
διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην
ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν.
ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ
πρῶτον, ἀπὸ σίτων δ' αὖθις,
ἔπειτα ἀπὸ ῥΑφανίδων· πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω.
ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντὶ,
μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι,
|