[p. 24] τὰ δὲ ἑκάστης
ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην ῥΗί̈διον
διαγνῶναι. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ,
ἐπὶ μὲν πολλῷ τῷ αἵματι μέζω καὶ πλέω τὰ παρεόντα,
σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσι· βάρος αὐτέοισι,
πόνος, ὤτων ἦχοι,
ἐρύθημα προσώπου, φλεβῶν διαστάσιες
, σκοτόδινος · καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔσημος,
πληγὴ, ψύξιες,
ἐγκαύσιες, οἰνοφλυγίη · ἥδε γὰρ
ἀθρόον πίμπλησι τὴν κεφαλὴν, ἀθρόον καὶ ἐκχέει ἐκραγέντος
ἀγγείου · ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσι ος. ἴσχεταί
ποτε διὰ ῥΙνῶν αἱμορραγίη ξυνήθης · εἰς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην
παρέχει. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ,
γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις
πυκνὴ, καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται · θυμὸς ἐγγίγνεται
, καὶ εὖ μάλα βήσσουσι.
ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ,
τότε βήσσοντες ἀνάγουσι· καὶ ἥδε ἐστὶ ἡ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων
τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ
τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι · ἔστι δὲ καὶ ἥδε
ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν.
ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα, παχὺ
μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν,
λεῖον, ὁμαλὸν,
ἀμιγὲς ἑτέρης οὐσίης. χρεμπτομένοισι γὰρ
εὐθὺς ἐπὶ τὴν γλῶσσαν ἔρχεται στρογγύλον , ῥΗϊδίως
ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην
καὶ ἑλκώδεα ὄψεαι, καὶ τὰ πολλὰ ὕφαιμον · ἰητρίη δὲ ἀρκέσει
ἁπλῆ, σμικρὴ, στύμματα
μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά.
ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι ἡ φορὴ μέζων· καὶ
τόδε τὸ τέκμαρτῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος· ἐς δὲ τὴν κεφαλὴν κενώσιες ἢ διὰ φλεβῶν
,ἢ διὰ ῥΙνέων, ἢ δι' ἑτέρης
διαπνοῆς. καὶ τάδε χρὴ ταχέως δρῆν,
ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, μελέτη
μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος · ἑλκοῦται δὲ καὶ
ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος.
τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἡ ἀρχή.
|