[p. 235]
γαστέρα φάρμακα ποτὰ, ὁκόσα διὰ ζιγγιβέριος
καὶ πεπέριος, καὶ σελίνου τοῦ καρποῦ τοῦ ἀγρίου τοῦ ἐν
πέτραις, τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον· ἢν δὲ
ἐπὶ τοῖσι μηδὲν, ἢ σμικρὸν ἐνδιδῷ,
τοῖσι ἀπὸ ῥΑφανίδων ἐμέτοισι χρέο· ἢν δὲ καὶ ἐγκρύψῃς ταῖσδε ἐλλεβόρου τοῦ
λευκοῦ ῥίΖαν ἐς μίην νύκτα, εὐτονωτάτη ἄν σοι γένοιτο ἡ
κάθαρσις, ἔς τε τὴν τῶν ὑγρῶν τῶν ψυχρῶν κάθαρσίν τε καὶ
ἔκκρισιν, καὶ ἐς τὴν ἔξαψιν τοῦ θερμοῦ.
Ἀτὰρ καὶ ἡ δίαιτα, καὶ ὁ
βίος, τοῖσδε ἔστω ξύμμετρα.
οἱ ὕπνοι νύκτωρ μὲν, δι' ἡμέρης δὲ περίπατοι,
ἀναφωνήσιες,
αἰώρη, ἥ τε ἐν δάφνῃσι,
ἢ μυρρίναισι , ἢ θύμῳ.
ἔχει γάρ τι ἡ διαπνοὴ καὶ ἡ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον · γυμνάσια
, τρίψιες, χειρονοσμίη
, ἁλτήρων βολαῖσι τοῦ θώρηκος,
καὶ τῆς κοιλίης κόποι· προπόσιες · σμικρότατα γὰρ εἰς τόνον εὐσταλὲς
ἄρτος. ἐπὶ τῶνδε φοίνιξις,
περίπατοι ῥΑθυ--
σιτίων καὶ ῥΑφανίδων
πολλάκις.
There can be little or no doubt that the words in the
lacuna immediately adjoining σιτίων, were
ἔμετος ἀπό. On the popular modes of producing easy vomiting in
ancient times, see PAULUS ÆGINETA,
t. i, pp. 52--54. On the use
of emetics in the cure of Arthritis and Schiatica, see further, Ibid. t. i. pp. 652--676, passim.
| ἔπειτα ἐς τὸν ἐλλέβορον
ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοῖσδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι· καὶ
ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη· μάλιστα μὲν
ὦν ἅπασι ἀρθριτι κοῖσι ξυνὰ ἄκεα· καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα
ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ
πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν
|