[p. 234]
Κεφ. ζ'.
Θεραπεία Κοιλιακ ῶν.
Ἢν τῶν σιτίων ἀκρατὴς
ἡ κοιλίη ἔῃ, διαρρέῃ δὲ ἡ τροφὴ ἄπεπτος,
ἄθρεπτος, ὠμὴ,
καὶ μηδὲν εἰς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς
τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης
, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος.
Χρὴ ὦν τὴν κοιλίην πρώτιστα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποσιτίῃ ·
ὧδε γὰρ παλινδρομέουσι αἱ δυνάμιες. ἢν δὲ καὶ πλήθεος τῶν
ἐν τῷ στομάχῳ φαντασίη ἔῃ, νήστεσι ἐμέτοισι χρέεσθαι ἀφ'
ὕδατος, ἢ μελικρή του · τὴν κοιλίην δὲ σκέπειν καὶ τέγγειν ἐς
στῦψιν, ἐρίοισι μὲν τοῖς ἐξ ὄϊος πιναροῖσι· λίπαϊ
δὲ, ῥΟδίνῳ μύρῳ, ἢ τῷ διὰ
τῆς οἰνάνθης, ἢ μηλίνῳ· ἄριστον,
κἢν ἀπὸ τοῦ σχίνου, καὶ ὑποκιστίδι,
ἢ ὀμφακίῳ · ξὺν τοῖσδε δὲ ἐπιπλάσματα,
θερμὰ μὲν ἐς θίξιν, ἐς δύναμιν δὲ
στρυφνά · καὶ ἤν πη τοῦ ἥπατος, ἢ τῆς κοιλίης κατὰ στόμα
ἐντάσιες, ἢ φλεγμασίαι ἔωσι,
σικύην προσβάλλοντα ἐντάμνειν· καὶ ἔστι οἷσι τόδε μοῦνον ἤρκεσε· ἐπὴν δὲ
κηρωτῇσι ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, ἠδὲ ἐπὶ σκληρίῃ
κραίνῃ, τῇδε βδέλλας τὰ θηρία προσβάλλειν· ἔπειτα
ἐπιθήματα πεπτικὰ τιθέναι, ὁκοῖον τὸ διὰ τῶν σπερμάτων
, ἢν ἴσχῃ χαμαιλέοντος ῥίΖαν· ἄριστον καὶ ἔνθα οἱ τῆς
δάφνης ἔασι καρποὶ, καὶ τὸ μάλαγμα ἐπίκλησιν τὸ
χλωρὸν, καὶ τοὐμὸν τὸ μυστήριον.
τάδε γὰρ μαλάσσειτε καὶ ἀμύσσει, καὶ θερμασίην
ἐγείρει, καὶ ἄφυσα τὰ σπλάγχνα ποιέει,
ὧν περ ἐς στῦψιν χρέος. ἀτὰρ καὶ
σίνηπι, καὶ λίμνηστις,
καὶ εὐφόρβιον, καὶ ὁκόσα τοιάδε πάντα τὴν μὲν
ψῦξιν κωλύει, ἀνάκλησιν δὲ θέρμης ποιέεται.
τοιάδε χρὴ καὶ πιπίσκειν φάρμακα ἐς στῦψιν.
χρέος μὲν πρώτιστα . . . . . . ὁ τοῦ ἀρνογλώσσου
χυλὸς ξὺν ὕδατι ἐστυμμένῳ μύρτοισι, ἢ κυδωνίοισι μήλοισι ·
ἄριστον καὶ γίγαρτον σταφυλῆς ὀμφακιτίδος· οἶνοι τῶν κάρτα στυφόντων.
ἔπειτα δὲ τὰ ἀλθαίνοντα τὴν