[p. 226] ἐξάγειν,
ἀσάρου τῆς ῥίΖης, καὶ φοῦ,
καὶ ἀδιάντου, καὶ μήου,
τῶν ἐμπότων. τάδε μέντοι ξὺν μελικρή
τῳ πιπίσκειν · ποικίλον μὲν τὸ Βηστίνου φάρμακον, καὶ τὸ
διὰ τῶν φυσαλίδων ἄριστον, ἠδ' ὁκόσα διὰ πείρης τισὶ
ἐπαινέεται. ἢν δὲ δι' ἐντέρων ἄγῃς,
τὸ ἀγωγὸν ἔχεις γάλα, μάλιστα μὲν
ὄνου, ἢν δὲ μὴ,
αἰγὸς, ἢ μήλων.
χυλοὶ δὲ ὀλισθηροὶ καὶ σμηγματώδεες, ὁ τῆς
πτισάνης · ὄψα, πέπερι,
ζιγγίβερι, λιγυστικόν .
ἀθρόον δὲ εἰρῆσθαι ἀμφὶ πάσης διαίτης, ἐπὶ
πάσῃ συρρήξι, τροφαὶ μὲν εὔχυμοι,
εὐστόμαχοι , εὔπεπτοι· ἢ χυλοὶ,
ἢ οἱ διὰ γάλακτος πόλτοι, ἄμυλος,
ἰτρία ξὺν γάλακτι.
Σκίρρου
Liddel and Scott, conformably to analogy, but in
opposition to general usage, read σκῖρος . |
τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ ῥήΪσται. ἢν
δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη,
ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, . . . . . . .
τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν
ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους ·
ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι , ἤνπερ οἱ σκίρροι διάδοχον
. . . . ἐς διαπνοὴν ἄγωνται . . . .
τὴν ἀπόστασιν. τάδε γὰρ φλεγμασίης
· ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι
λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος
ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας,
τέγξεσι δι' ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος · ἀντὶ δὲ εἰρίων
πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου
σεσησμένης , ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.
|