[p. 218]
ἱστάναι τὸ πνεῦμα· ξυνελίσσεται γὰρ τῷ κύκλῳ. δίνησις δὲ
σκοτώματος καὶ τῆς ἐπιληψίης πρόκλησις· ἀπὸ δὲ τῆς αἰώρης,
περίπατος ἠρεμαῖος· ἔπειτα ἡ ἡσυχίη, ἐς
ἀποκατάστασιν τοῦ ἐν τῇ αἰώρῃ ταράχου · γυμνάσια δὲ ἐπὶ τούτοισι πρὸς χεῖρας,
τριβέντων τῶν ἄκρων ἀφ' ἡμιτυμβίου λινοῖσι ὠμοῖσι·
I have not scrupled, in this sentence, to follow Ermerins in
substituting τριβέντων for
ἐνόντων, which has no meaning suitable to the place. The passage is still
obscure.
| ἄλειμμα μὴ κάρτα λιπαρόν· τρῖψις ἐν μελλήσει μὲν
οὖσα,
Instead of ἐν μελλήσει,
Ermerins reads ἐμμέλης. I am doubtful.
|
σκληροτέρη δ' ἐς πύκνωσιν · οἰδαλέοι γὰρ καὶ παχέες οἱ πλεῖστοι.
μεσηγὺ δὲ ὅλης τῆς τρίψιος κεφαλὴ ὀρθίη τετρίφθω.
γυμνάσια τὰ εἰς τὸν αὐχένα καὶ ὤμους· χειρονομίη · πάντα ὁκόσα μοι ἐπὶ
σκοτωματικῶν λέλεκται. ἅλις δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου.
πλὴν ὁκόσα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάσια ἔμμεναι ἐς ἱδρῶτα καὶ
θέρμην. τάδε γὰρ πάντα λεπτύνει.
ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον ἐμποιέειν.
Τροφαὶ πᾶσαι παχέεσι ὀσπρίοισι,
κακόν· σιτώδεις δὲ, ἄρτοι ξηρότεροι,
χόνδροι πλυτοὶ, καὶ
τὰ ἐκ τῶνδε ῥΟφήματα· τὰ δὲ ἐς ἡδονὴν φάρμακα ταὐτὰ τοῖς πρόσθεν.
τῶν δριμέων δὲ νῦν ἔστω πλεῦνα,
πεπέριος, ζιγγιβέριος,
λιγυστικοῦ . ἐμβάμμα τα δὲ,
δι' ὄξεος καὶ κυμίνου, καὶ ἡδέα καὶ
χρήσιμα. κρεῶν μάλιστα μὲν ἀπείρχθω πάμπαν· εἰ δὲ μή
γε, ἐν τῇ θεραπείῃ · ἐς δὲ τὴν ἀνάληψιν ἔστω ὁκόσα κοῦφα ᾖ
φύσι, οἷόν τι τὰ πτηνὰ,
πλὴν νήσσης· καὶ τῇ πέψι, ὅκως
λαγωοὶ, ὑῶν πόδες,
τάριχος · καὶ ἐπὶ τοῖσι, δίψος ἀγαθόν.
οἴνου ὀλιγοποσίη, λευκοῦ,
λεπτοῦ, εὐώδεος,
οὐρεομένου · λαχάνων ἑφθῶν, ὁκόσα
ἐς δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆσαι,
ὁκοῖόν τι κράμβη, ἀσπάραγος,
κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφ' ὥρᾳ· σίκυος δὲ καὶ πέπων
ἀνδρὶ μὲν κρατερῷ περιττὰ, τισὶ δὲ δοτέον μέσφι γεύσιος.
κακὸν γὰρ τῶνδε ἡ πληθὺς,
ψυχρῶν ἐόντων καὶ ὑγρῶν. σύκου χλωροῦ καὶ
σταφυλῆς ἡ
|