[p. 207]
ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι . τάμνειν δὲ
πρὸς τοῖς ὀστέοις τὰς μέζονας · αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ
ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ,
ἃς οὐδ' ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι
χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ
ἐπιληψίῃ, καὶ σκοτώμασι,
καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι.
The common reading, instead of μέγα, is
μετά; in K”n's edition, κατά. The
reading I have introduced seems to me self-evident.
|
Ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαν τα τὴν γαστέρα ἢ καταπότῳ
ὑπηλάτῳ, ἢ κλυσμῷ· ἄλλοτε μὲν ἐκ ῥΙνῶν πταρμικοῖσι,
ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα.
εἴδη δὲ πταρμικῶν μὲν πέπερι,
στρουθίου ἡ ῥίΖα, κάστορος ὄρχις· τάδε καὶ ξυνῆ· ἐς λεπτὰ
δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦχηνὸς παχέϊ.
ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μιχθέν· ἀτὰρ καὶ
ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ,
ἢ τῷ ἀπὸ στύρακος μύρῳ. ὑγρὸν δὲ
γίγνεται κάρτα ὡς ἔκχυτον · ἐγχεῖται δὲ διὰ τοῦ ῥΙνός γ' αὐλοῦ.
δίδυμοι δὲ οἵδε ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς
ἐσάπαξ ἀμφοτέροισι ἐγχέειν. οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις
ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ. πίμπραται γὰρ ἡ κεφαλὴ
αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει· τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα,
σίνηπι, κόκκος ὁ τῆς κνίδης,
πέπερι, σταφὶς ἀγρίη· τάδε ξὺν
ἀλλήλοισι, καὶ ἰδίῃ· ἐπεὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ
τὸ πτύειν ξυνεχές ἐστι· καὶ ὕδατι ἢ μελικρήτῳ μίξαντα διδόναι,
κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσι τοῦ αὐχένος,
τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν · ἐπὴν δὲ,
ἐς ὅσον θέλῃς, τὸ φλέγμα
ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ
ὕδατι ἐς διαπνοήν. ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες.
Δεῖπνον εὐτελές · ἔστω δὲ καὶ οἶνος ἐς ἀνάκλησιν τοῦ στομάχου·
μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ μεσηγὺ
τὴν δύναμιν ἑδράσῃς, κλυσμῷ χρέω τῷ ξυνήθεϊ,
λίτρου