ΠΕΡΙ
ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
Κεφ.
α'. Περὶ Πνευμονίης.
Δυοῖσι τοῖσι πρώτοισι,
τροφῇ καὶ πνεύματι, τὰ ζῷα
ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή.
ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς
μακρὰν διαρκέσει, ἀλλ' αὐτίκα θνήσκει ὥνθρωπος.
ὄργανα δὲ μυρία, ἀρχὴ μὲν
ῥῖΝες, ὁδὸς ἀρτηριη,
χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ
δοχή· ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῴῳ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει
τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχον θερμὸν ἡ
καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή.
ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ · ἐκφλέγει γὰρ
αὐτὸν, ἕλκει δὲ καρδίη.
πρῶτον τοιγαροῦν ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ
εἰς μακρὸν τοῦ θανάτου ἡ ἐμβολή.
Ἢν δὲ
πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ,
δύσπνοια · ζώει κακῶς, θάνατος μήκιστος,
ἢν μή τις ἀκέηται · ἐπὶ δὲ μεγάλῳ πάθεϊ,
ὁκοῖον ἡ φλεγμον ὴ, πνιγμὸς
, ἀφωνίη,
ἄπνοια, ὄλεθρος αὐτίκα· ἥδε ἐστὶν ἥν καλέομεν
περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος,
ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν
αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη,
ἢν μοῦνος φλεγμήνῃ ὁ πνεύμων,