[p. 185] καὶ
κάχρυ, κηροῦ σμικρὸν ἐντήκοντα,
ὡς ποθίζῃ τὸ χρῖσμα· καὶ διὰ τῆς λιμνήστιδος,
ἠδ' εὐφορβίου, καὶ δάφνης τοῦ καρποῦ ἀλείμματι
, ἐπανάκλη σι ν θέρμης ποιέεσθα ι.
ἀτὰρ καὶ βολβοὶ ὠμοὶ οἱ σμικροί τε καὶ ἐρυθροὶ ξὺν πεπέρεϊ καὶ ὄξους τρυγίῃ λείῃ
ἄριστον ἐπίπλασμα τῶν ποδῶν, καθ' ὥρην ξυνεχέστατα ἀείροντα·
κίνδυνος γὰρ ἑλκέων ἠδὲ φλυκται νώσιος. ἐπὶ τοῖσι ἐλπὶς
τὸν ὧδε νοσέοντα διαδρῆναι τὸν ὄλεθρον.
Κἢν
πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸς ἔρδῃ, εὖ δὲ πάντα
χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμασίαι ἐπιέασι,
ἐκλύονται · καὶ ἱδρὼς μὲν οὐδαμᾶ,
θέρμης δὲ ἀνάκλησις πάντη, ἀτὰρ καὶ ἐς ἄκρους
πόδας καὶ ἀνὰ ῥῖΝα· τὸ δὲ πρόσωπον εὔχροον · σφυγμοὶ ἐς μέγεθος ἠρμένοι,
ἄτρομοι, σφοδροί · φωνὴ δὲ ξυνήθης,
εὔφωνος, καὶ τὰ πάντα
ζωώδης· κάματος οὐκ ἀγεννὴς, ἀτὰρ ἠδ' εὕδων ὁρᾶται· καὶ ἢν
ἕλῃ μιν ὕπνος, ἐξέπεψε μὲν τὰ σιτία,
ἐξένηψε δὲ τὴν αἴσθησιν, ἀτὰρ ἠδ' ἐξεβλάστησε
τὴν φυήν. κἢν ἐξ ὕπνου ἔγρηται,
εὔπνοος , εὐσταλὴς,
εὔτονος, ἀναπεμπάζεται δὲ,
ὅκως περ ὄναρ, τὴν
νοῦσον.
Μετεξετέροισι δὲ πυρετοὶ ἀμαυροὶ
ἐγκαταλείπονται, καί πη καὶ φλεγμασίαι σμικραὶ,
καὶ γλῶσσα ξηρή· ἄνικμοι,
ῥΙγώδεες, νωθροὶ,
διαλελυμένοι, οἷσι ἐς μαρασμὸν ἡ περιτροπή.
εὖτε οὐ καταβλακεύειν χρὴ ἠρεμίῃ καὶ λεπτῇ διαίτῃ· ἀλλ' ἐς κινήσιας
ἄγειν, αἰώρης καὶ τρίψιος,
καὶ λουτρῶν, ὅκως ἐκ τοῦ νεκρώδεος ἐνταθέῃ
καὶ ἀνατραφέῃ τὸ ζώπυρον. διδόναι δὲ καὶ γάλα,
μάλιστα μὲν γυναικὸς νεοτόκου καὶ κουροτρόφου.
καὶ γὰρ οἵδε ἀνατροφῆς, ὅκως ἀρτίτοκοι
παῖδες, δέονται. ἢν δὲ
μὴ, ὄνου μὴ παλαιοτόκου· ἐξίτηλον γὰρ τὸ τοιόνδε
γάλα. καὶ ἐπὶ τοῖσδε ἐς ἀνάληψιν ἄγειν καὶ τὰ συνήθεα.