[p. 174] λαλιῆς,
ἠδὲ ἀκουσμά των . ψυχῆς ἀταραξίη,
εὐθυμίη. πάγχυ δὲ
τοῖσι τουτέοισι ξυνομαρτέει δυσελπιστίη. τίς γὰρ ἐμέων
αἷμα θάνατον οὐκ ὀρρωδέει;
Ἢν ὦν πολύαιμοι καὶ
ἐπίφλεβοι ἔωσι, ἐπὶ πάσῃ ἰδέῃ ἀναγωγῆς τάμνειν φλέβα· ἤν
τε γὰρ ἐκ ῥήΞιος ἢ διαβρώσιος, εὐάρμοστος φλεβοτομίη · ἤν
τε ἐπ' ἀραιώσι, δέος μὴ ἀπορρήξῃ τὸ πλῆθος· τάμνειν δὲ τὴν
ἐπ' ἀγκῶνι κοίλην · εὔροόν τε γὰρ τὸ αἷμα τῆσδε καὶ κατασχά ζεσθαι ῥΗϊδίη,
καὶ ἐς πλεῦνας ἡμέρας ῥέΕιν ἀσινέως εὔστομος. ἐπὶ πᾶσι δὲ πάντων, ὡς ἔπος
εἰπεῖν, τῶν καιρίων σπλάγχνων ὁδὸς ἥδε αἵματος.
ἡ δὲ ἀνωτέρη τῆσδε, καὶ
ἥδε, ἀποσχίδες ἔασι,
μιῆς τῆς ἀπὸ τοῦ βραχίονος, ἄμφω.
ὥστε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆς μέζης ἐς ὄνησιν ἴσχει.
ἀί̈δριες γὰρ τῶν ἀποσχισίων, ὅσοι
στομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ σπληνὸς
ῥὲῃ, Ταμνεν τῆς ἀριστερῆς χειρὸς τήν μέσην δακτύλων μικροῦτε καὶ παραμέσου.
τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουσι ἐπὶ σπλῆνα κραίνειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπ' ἀγκῶνι τῆς κάτω
ἐστὶ ἡ ἀπόσχισις. τί ὦν πλέον εἰ πρὸς τοῖσι δακτύλοις,
καὶ μὴ ἐπ' ἀγκῶνι τάμνοι τις αὐτέην;
μείζων γὰρ τῇδε καὶ εὔροος. τὸ ξύμπαν μὲν ὦν
πρόσω λειποθυμίης ἐπισχεῖν · ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν.
ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶσαι τὸν ἄνθρωπον.
ξυνεχὲς δὲ καὶ ἀπὸ σμικρῆς ἀφαιρέσιος ἐπαφαιρέειν,
καὶ αὐτῆμαρ, καὶ τῆς ὑστεραίης,
καὶ ἐπὶ τῆς ἄλλης ὑστέρης. ἢν δὲ ὁ
ἀσθενέων ἰσχνὸς καὶ λείφαιμος ἔῃ, μὴ τάμνειν
φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέσιος αἵματος.
Ἀρήγειν δὲ καὶ δεσμοῖσι ἄκροις· ποδῶν
μὲν, ὑπὲρ σφυρὰ καὶ γούνατα · χειρῶν δὲ,
ὑπὲρ καρπὸν καὶ βραχίονα· ταινίη πλατείη,
ὅκως ἡ διάσφιγξις κραταιὴ μὲν ᾖ, ἄλγος δὲ μὴ
φέρῃ· τοῖσι δὲ αἱμορραγέουσι χωρίοισι ἐπιβάλλειν χρὴ